Honorary decree of Bargylia for Poseidonios; c. 127 BC;
found at Bargylia: Foucart, CRAI 37, 1904, 326-335 (non vidi);
OGIS II p. 551; Holleaux, REA 21, 1919, 1-19 (= Et. épig. II
179-198); *IIasos 612.
[ ]
IIasos 612
| 0 | [—] |
| τῶι δήμωι καὶ τα[—]υς τὴν πόλιν τε[—]δ[—]ωενη[—] | |
| φιλάνθρωπα, ἐπ[εμ]ελήθη δὲ ὁμοί[ως καὶ] τῆς τοῦ πρυτανείου ἐπισ- | |
| κευῆς ἐν [ὧ]ι συμβαίνει τοὺς ξενισμοὺς καὶ τὰς ὑποδοχὰς ὑπὸ τοῦ δή- | |
| μου γίνεσθαι, ὅπως, τυχόντος τούτου τοῦ τόπου τῆς ἁρμοζούση[ς] | |
| 5 | προστασίας, ὁ δῆμος μηδενὸς τῶν χρησίμων ὀλιγωρῶν φαίνηται· |
| τῆς τε τῶν στεφανηφόρων καταστάσεως προενόησεν καὶ ψήφισμα | |
| συνγράψας ἐπέταξεν ὅπως καθ’ ἕκαστον ἐνιαυτὸν καθιστῆ- | |
| ται στεφανηφόρος ὁ ἱερασόμενος τοῦ Ἀπόλλωνος καὶ ἐπιφανέστε- | |
| ρον αἱ τιμαὶ καὶ θυσίαι τούτωι τε τῶι θεῶι καὶ τοῖς ἄλλοις ἐπιτελῶνται· | |
| 10 | ψήφισμά τε εἰσενέγκας μετὰ τῶν συναρχόντων ἐπέταξεν τοῖς στε- |
| φανηφόροις ἀνατιθέναι τῶι Ἀπόλλωνι καὶ τῶι δήμωι φι[ά]λην ἀργυρᾶν | |
| ἀπὸ δραχμῶν Ἀλεξανδρείων ἑκατόν, τειμᾶσθαι μὲν τὸ θεῖον βουλόμενος, | |
| τ[ῶι δ]ὲ δήμωι σπεύδων συναγωγὴν χρημάτων [γί]νεσθαι· Μανίου τε | |
| Ἀκυλλίου τοῦ Ῥωμαίων στρατηγοῦ ἀναζεύξαντος ἐπ[ὶ] Μυσίας | |
| 15 | τῆς καλουμένης Ἀβ[β]αϊτίδος εἰς τοὺς ἄνω τόπους, ἀπολιπόντος δὲ |
| ἐν τῆ[ι χώρ]α[ι] ἀντιστράτηγον Γναῖον Δομέτιον Γναίου, καί τινας τῶν δυ- | |
| νά[μεων ἀπ]οτάξαντος αὐτῶι καὶ τοὺς πλείστους τῶν συμμάχων, ἐ[ξα]- | |
| [γαγόντος δὲ τοὺς ὑ]πὸ τοῦ δήμου ἀποσταλέντας κατὰ συμμαχίαν [στρα]- | |
| [τιώτας καὶ πο]λλὰ καὶ μεγάλα ποήσαντος εὐημερήματα καὶ τὰ ὀχυρώ- | |
| 20 | [ματα πάντα] δοκοῦντα εἶναι δυσάλωιτα [κατὰ] κράτος λαβόντος, [συνησθεὶς] |
| [ἐπὶ τοῖς γεγονόσιν] ἐπετέλε[σε]ν μὲν τοῖς θεοῖς τὰς καθηκούσας θυσίας | |
| 21a | [—] |
| [— Κόϊντος Καιπίων — δια]- | |
| 22 | [δεξά]μενος τήν ἐν[κεχειρισ]μέ[νην τ]ῶι [Γ]ναίωι [ἀρχήν, πλῆθος ἱκανὸν] |
| [στρα]τιωτῶν ἐζήτει, τ[ὴν δύναμιν] ταύτην ἀναληψόμενος· [ἐνστάντος τε πά]- | |
| [λιν τ]οῦ πολέμου, συνέ[β]αινεν θ[λ]ίβεσθαι τήν πόλιν [ἡμῶν βαρέως διὰ τὸ] | |
| 25 | [ἐκ] τῆς Κοΐντου Καιπίω[ν]ος ἐπιταγῆς κατὰ τὸ συνεχὲς [Ῥωμαίοις ἡμᾶς συ]- |
| [στ]ρατευκέναι, ἐξαπεστάλθαι δὲ ὑπὸ τοῦ δήμου καὶ ἀπο[γεγράφθαι στρατιώ]- | |
| [τ]ας εἰς τὸν πόλεμον καὶ πλείονας, ἐπ[η]κολουθηκέναι [δὲ ἀπορίαν· διὸ καὶ ἱκανὸν] | |
| εἶναι νομίζων Ποσειδώνι[ο]ν, τοῦτον παρεκάλεσεν [ὁ δῆμος ἀνανεώσασ]- | |
| [θ]αι τὰς ἀνώτερον παραιτήσεις τὰς περὶ τῶν στρατιωτῶν, [χάριν τοῦ μὴ ἐπι]- | |
| 30 | [τ]ελεσθῆναι τῆι πόλει τή[νδ]ε παρὰ Κοΐντου Καιπίωνος [ἐπιταγὴν ἀκολού]- |
| [θως τῆι προαιρέσει Μανί]ου Ἀκυλλίου στρατηγοῦ· ὁ [δ]ὲ [π]α[ρακληθεὶς προ]- | |
| θύμως ὑπήκουσεν καὶ ἐξ αὐτῆς ἀποδημήσας μετὰ τ[ῶν συνπρεσβευτῶν ἐνέ]- | |
| τυχεν τῶι [Γ]ναίωι, καὶ ποιησάμενος ὑπὲρ τῆς πατρίδος [τοὺς ἁρμόζοντας] | |
| λόγους, τούς τε στρατιώτας ἐκομίσατο καὶ ἀπέλυ[σε τὴν πόλιν τῆς εἰς τού]- | |
| 35 | [του]ς δαπάνης· ἐφ’ οἷς ὁ δῆμος τὸ ψήφισμα [ἐπι]κυρώσας [τὸ προάγον ἐπήινεσεν αὐ]- |
| [τὸ]ν πανδημεὶ καὶ θυσίας ἐπιτελέσας τοῖς θεοῖς ἐπέτα[ξεν τῶι στεφανηφόρωι] | |
| [κ]αλέσαι τοὺς πρεσβευτὰς εἰς τὸ ἱερὸν ἐπὶ τὰς θυσίας· ἐ[ν ὧι καὶ μεγάλης ἀπο]- | |
| [δ]οχῆς ἠξιώθη παρὰ τῶι Γναίωι, ὥστε καὶ ἐν τοῖς φίλοις [αὐτοῦ ἀναγραφῆναι, καὶ ὑ]- | |
| [πὲρ] α[ὐ]τοῦ γράφοντες οἱ τοῦ Γναίου υἱοὶ πρὸς [τῆν πόλιν ἐνεφάνιζον ὅτι ἀ]- | |
| 40 | [νέγ]ραψαν καὶ [αὐτοῖ]ς Ποσειδώνιον πατρικὸν [φίλον· ἀνθ’ ὧν ὁ δῆμος τὴν αἵρεσιν αὐτῶν] |
| [οἰκε]ίως ἀπ[οδεξά]μενος ἀνέγραψεν εἰ[ς τὴν τῶν προξένων καὶ εὐεργετῶν στήλην] | |
| [Γναῖόν τε καὶ τοὺς υἱοὺς αὐτοῦ —]αν περι[—] | |
| 42a | [—] |
| 43 | γενέσθαι ὑπέμεινεν καὶ ἀπο[δημήσας εἰς Ῥόδον μετὰ τῶν αὐτῶι συναπο]- |
| [σ]ταλέντων ἀνδρῶν καὶ ἐπελθὼ[ν ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον παρεστήσατο] | |
| 45 | Ῥοδίους καταθέσθαι μὲν τὴν ὑπάρχο[υσαν αὐτοῖς πρὸς τὴν πόλιν Στρατονι]- |
| [κ]ήων ἀπέχθειαν, ἐπιεικῆ δὲ καὶ φιλάνθρωπ[ο]ν ὑ[πὲρ τῶν ἀμφιλεγομένων ποήσασ]- | |
| θαι διοίκησιν· χειροτονηθέντος δὲ τοῦ ψηφίσμ[ατος ὑπὸ τοῦ Ῥοδίων δήμου καθ’ ὃ] | |
| ἠμέλλ[ο]σαν ἐξαποστελεῖν ἐπὶ τὴν σύνκλη[τον τὴν Ῥωμαίων πρεσβείαν,] | |
| ἔδοξεν αὐτοῖς μηκέτι πέμπειν, ἐπακολουθ[ῆσαι δὲ τοῖς ὑπὸ τῆς πόλεως Βαρ]- | |
| 50 | [γυ]λιητῶν παρακαλουμένοις καὶ ἐπιτρέ[ψ]αι τῶι [ἡμετέρωι δήμωι τὴν τῶν ἀμφιλε]- |
| γομένων διεξαγωγήν, τῆσδε πίστεως δοθε[ίσης τοῖς παραγενομένοις παρ’ ἡ]- | |
| [μ]ῶν πρεσβευταῖς· ἀφικόμενοι δὲ καὶ εἰς [Στ]ρατονίκειαν [ἐπελθόντες τε ἐπὶ τὴν βου]- | |
| λὴν καὶ τὸν δῆμον καὶ τοὺς ἁρμόζοντας ποησά[μενοι πρὸς αὐτοὺς λόγους παρεστήσαν]- | |
| το καὶ τούτους πρὸς τὰς συλλύσεις, καὶ χειροτο[νηθέντος τοῦ ψηφίσματος τοῦ περὶ τῆς] | |
| 55 | πρεσβεία[ς] ἔδοξεν καὶ τούτοις μηκέτι πέμπειν, ἐ[π]ι[τρέψαι δὲ τὰ ἀμφιλεγόμενα] |
| πράγματα τῆι Βαργυλιη[τ]ῶν πόλει καὶ τῆς πίστεως δο[θείσης τῆς ὑπὲρ τούτων] | |
| τοῖς περὶ Ποσειδώ[νιον·] ὁ δὲ προθύμω[ς ὑπακούσας ἐπανῆλθεν εἰς τὴν πόλιν με]- | |
| [τ]ὰ τῶν πρεσβευτῶν [καὶ γρά]ψας πάλιν ψήφ[ισμα —] | |
| αὐτοὺς πρεσβευ[τὰς —]ειν βουλομε[—] | |
| 60 | μησαντες εισ[—]τησ[—] |
| [—] |