Soros inscription of T[ib(erius) Iulius] Glykon et al., with penalty for unauthorized burial, on white marble block; imperial; found at Aphrodisias: Fellows, Acct. 333-336, no.’s 42-43; CIG 2829 + p. 1115; Bailie, Fasc. ii 50-52 and 318-319, no. 77; LW 1630; *MAMA 8, no. 554 (PH).  
[ ] MAMA VIII, no. 554
1 ἡ σορὸς καὶ ὁ βωμὸς καὶ α[ἱ εἰσῶσται] καὶ τὰ περὶ αὐτὰ πάντα
κατεσκευάσθησαν καὶ εἰσὶν Τ[ι]β(ερίου) Ἰουλ[ίου] Γλύκωνος καθὼς καὶ διὰ
τῆς γενομένης ἐκδόσεως διὰ το[ῦ χρε]οφυλακίου δηλοῦται, ἐν ᾗ σο-
ρῷ κηδευθήσεται αὐτός τε ὁ Γλύκων ἢ οὓς ἂν αὐτὸς βουληθῆ ἢ διατά-
5 ξηται, ἐν δὲ ταῖς εἰσώσταις κηδευθήσονται οὓς ἂν ἐνθάψαι βουλη-
θῇ ὁ Γλύκων ἢ ἐνγράφως τινὶ συνχωρήσῃ ἢ διατάξηται· ἕτερος δὲ
οὐδεὶς ἐξουσίαν ἕξει ἐνθάψαι τινὰ οὔτε εἰς τὴν σορὸν οὔτε εἰς τὰς
εἰσώστας ἢ οὓς ἂν Γλύκων αὐτὸς ζῶν̣ βουληθῇ ἐνθάψαι· οὐδεὶς δὲ
ἕξει ἐξουσίαν ἐνθάψαι τινὰ ἕτερος ἢ ἐκθάψαι σωμάτειον τῶν ἐν-
10 ταφέντων τῇ τοῦ Γλύκωνος βουλήσε[ι] οὔτε διὰ ψηφίσματος οὔτε
δι’ ἐντεύξεως ἡγεμονικῆς οὔτε ἄλλῳ τρόπῳ οὐδενὶ οὐδὲ ἀπαλ-
λοτριῶσαι οὐδὲ μετακεινῆσαι τὴν σορόν, ἐπεὶ ὁ τούτων τι τολμή-
σας ἢ συνχωρήσας ἀποτείσει τῷ ἱερωτάτῳ ταμείῳ 𐆖 πεντακισ-
χείλια ὧν τὸ τρίτον γενήσεται τοῦ ἐκδικήσαντος· ταύτης
15 τῆς ἐπιγραφῆς ἀπετέθη ἀντίγραφον καὶ εἰς τὸ χρεοφυλάκιον ἐπὶ
στεφανηφόρου τὸ τρὶς καὶ δέκατο[ν] Ἀτταλίδος τῆς Μενεκράτους
#⁹³⁷ μηνὸς Ξανδ[ι]κοῦ.
Search Help
Contact Us