Soros inscription of T[ib(erius) Iulius] Glykon et al.,
with penalty for unauthorized burial, on white marble block;
imperial; found at Aphrodisias: Fellows, Acct. 333-336, no.’s
42-43; CIG 2829 + p. 1115; Bailie, Fasc. ii 50-52 and 318-319,
no. 77; LW 1630; *MAMA 8, no. 554 (PH).
[ ]
MAMA VIII, no. 554
| 1 | ἡ σορὸς καὶ ὁ βωμὸς καὶ α[ἱ εἰσῶσται] καὶ τὰ περὶ αὐτὰ πάντα |
| κατεσκευάσθησαν καὶ εἰσὶν Τ[ι]β(ερίου) Ἰουλ[ίου] Γλύκωνος καθὼς καὶ διὰ | |
| τῆς γενομένης ἐκδόσεως διὰ το[ῦ χρε]οφυλακίου δηλοῦται, ἐν ᾗ σο- | |
| ρῷ κηδευθήσεται αὐτός τε ὁ Γλύκων ἢ οὓς ἂν αὐτὸς βουληθῆ ἢ διατά- | |
| 5 | ξηται, ἐν δὲ ταῖς εἰσώσταις κηδευθήσονται οὓς ἂν ἐνθάψαι βουλη- |
| θῇ ὁ Γλύκων ἢ ἐνγράφως τινὶ συνχωρήσῃ ἢ διατάξηται· ἕτερος δὲ | |
| οὐδεὶς ἐξουσίαν ἕξει ἐνθάψαι τινὰ οὔτε εἰς τὴν σορὸν οὔτε εἰς τὰς | |
| εἰσώστας ἢ οὓς ἂν Γλύκων αὐτὸς ζῶν̣ βουληθῇ ἐνθάψαι· οὐδεὶς δὲ | |
| ἕξει ἐξουσίαν ἐνθάψαι τινὰ ἕτερος ἢ ἐκθάψαι σωμάτειον τῶν ἐν- | |
| 10 | ταφέντων τῇ τοῦ Γλύκωνος βουλήσε[ι] οὔτε διὰ ψηφίσματος οὔτε |
| δι’ ἐντεύξεως ἡγεμονικῆς οὔτε ἄλλῳ τρόπῳ οὐδενὶ οὐδὲ ἀπαλ- | |
| λοτριῶσαι οὐδὲ μετακεινῆσαι τὴν σορόν, ἐπεὶ ὁ τούτων τι τολμή- | |
| σας ἢ συνχωρήσας ἀποτείσει τῷ ἱερωτάτῳ ταμείῳ 𐆖 πεντακισ- | |
| χείλια ὧν τὸ τρίτον γενήσεται τοῦ ἐκδικήσαντος· ταύτης | |
| 15 | τῆς ἐπιγραφῆς ἀπετέθη ἀντίγραφον καὶ εἰς τὸ χρεοφυλάκιον ἐπὶ |
| στεφανηφόρου τὸ τρὶς καὶ δέκατο[ν] Ἀτταλίδος τῆς Μενεκράτους | |
| #⁹³⁷ μηνὸς Ξανδ[ι]κοῦ. |