Mnemeion inscription by Hermogenes Menodor[ou] for self and family, with penalty for alienation of grave; imperial; found at Pirlibey near Nazilli: Leake, TRSL 1843, 240-241 and 299, no. 16; Franz, Ann. d. Inst. 19, 1847, 113-114, no. 9; *LW 1639; Homeros 3, 1875, 80 (part).  
[ ] LW 1639
1 τὸ μνημεῖον καὶ τὸ ἐπ’ αὐτοῦ οἰκοδομημέν[ον πύργιον δι’]
οὗ ἐστιν ἡ κάθοδος ἔμπροσθεν πρὸς μεσημβρί[αν —]
ἐπὶ καθαρσίου, κατεσκεύασαν Ἑρμογένης Μηνοδώρ[ου τοῦ Ἀρτεμι]-
δώρου? τοῦ Δημητρίου καὶ Ἀπολλώνιος καὶ Ἑρμογένης καὶ [—]
5 τὰ τέκνα τὰ Ἑρμογένους ἑαυτοῖς καὶ τοῖς ἐξ αὐτῶν ἐσομένοις [τέκνοις καὶ]
ἐκγόνοις καὶ διαδόχοις αὐτῶν· μηδενὸς ἔχοντος ἐξουσίαν μηδ[εμίαν τῶν]
κληρονόμων ἢ διαδόχων αὐτῶν ἐξαλλοτριῶσαι μήτε τὸ πύργιον μή-
τε τὸ ὑπ’ αὐτὸ μνημεῖον μήτε πράσεως ὀνόματι μήτε συνχωρήσεως· ἐπεὶ
ὁ ποιήσας τι ἐπὶ ἀπαλλοτριώσει ᾧ δή ποτε τρόπῳ καὶ ὁ ἀναδεξάμενος
10 ἔνοχος ἔσται ἀσεβείᾳ καὶ εἰσοίσει ἕκαστος αὐτῶν εἰς τὸν κυριακὸν φίσκον ἀ-
νὰ 𐆖 μυρία, ὡς ἐκ καταδίκης, ὧν τὸ τρίτον ἔσται τοῦ ἐκδικήσαντος καὶ τὸ ὑ-
πεναντίως γενόμενον ἔσται ἄκυρον καὶ οὐδὲν ἧττον μενεῖ τὰ προδηλού-
μενα εἰς τὰ καθωσιωμένα. τῆς ἐπιγραφῆς ταύτης ἀπετέθη τανῦν ἀν-
τίτυπον εἰς τὸ χρεοφυλάκιον ἐπὶ στεφανηφόρου Ἀττάλου Ἀδράστου
15 τοῦ Νεικοτείμου ἥρωος τὸ δεύτερον, μηνὸς Δείου.  ❦
Search Help
Contact Us