Mnemeion inscription by Hermogenes Menodor[ou] for self
and family, with penalty for alienation of grave; imperial; found
at Pirlibey near Nazilli: Leake, TRSL 1843, 240-241 and 299, no.
16; Franz, Ann. d. Inst. 19, 1847, 113-114, no. 9; *LW 1639;
Homeros 3, 1875, 80 (part).
[ ]
LW 1639
1 | τὸ μνημεῖον καὶ τὸ ἐπ’ αὐτοῦ οἰκοδομημέν[ον πύργιον δι’] |
οὗ ἐστιν ἡ κάθοδος ἔμπροσθεν πρὸς μεσημβρί[αν —] | |
ἐπὶ καθαρσίου, κατεσκεύασαν Ἑρμογένης Μηνοδώρ[ου τοῦ Ἀρτεμι]- | |
δώρου? τοῦ Δημητρίου καὶ Ἀπολλώνιος καὶ Ἑρμογένης καὶ [—] | |
5 | τὰ τέκνα τὰ Ἑρμογένους ἑαυτοῖς καὶ τοῖς ἐξ αὐτῶν ἐσομένοις [τέκνοις καὶ] |
ἐκγόνοις καὶ διαδόχοις αὐτῶν· μηδενὸς ἔχοντος ἐξουσίαν μηδ[εμίαν τῶν] | |
κληρονόμων ἢ διαδόχων αὐτῶν ἐξαλλοτριῶσαι μήτε τὸ πύργιον μή- | |
τε τὸ ὑπ’ αὐτὸ μνημεῖον μήτε πράσεως ὀνόματι μήτε συνχωρήσεως· ἐπεὶ | |
ὁ ποιήσας τι ἐπὶ ἀπαλλοτριώσει ᾧ δή ποτε τρόπῳ καὶ ὁ ἀναδεξάμενος | |
10 | ἔνοχος ἔσται ἀσεβείᾳ καὶ εἰσοίσει ἕκαστος αὐτῶν εἰς τὸν κυριακὸν φίσκον ἀ- |
νὰ 𐆖 μυρία, ὡς ἐκ καταδίκης, ὧν τὸ τρίτον ἔσται τοῦ ἐκδικήσαντος καὶ τὸ ὑ- | |
πεναντίως γενόμενον ἔσται ἄκυρον καὶ οὐδὲν ἧττον μενεῖ τὰ προδηλού- | |
μενα εἰς τὰ καθωσιωμένα. τῆς ἐπιγραφῆς ταύτης ἀπετέθη τανῦν ἀν- | |
τίτυπον εἰς τὸ χρεοφυλάκιον ἐπὶ στεφανηφόρου Ἀττάλου Ἀδράστου | |
15 | τοῦ Νεικοτείμου ἥρωος τὸ δεύτερον, μηνὸς Δείου. ❦ |