Funerary inscription by [Aurelius] Eumachos for self and
family, with penalty for unauthorized burial, on marble block;
imperial; found at Aphrodisias: Fellows, Acct. 336-339, no. 44;
CIG 2834 + p. 1116; Bailie, Fasc. ii 45-47 and 307-315, no. 74;
Franz, Ann. d. Inst. 19, 1847, 110, no. 15; LW 1632; Reinach, REG
19, 1906, 267, no. 162; *MAMA 8, no. 559; **Hellenica 13, 211 (l.
16); BE 1966:406.
[ ]
MAMA VIII, no. 559
| 1 | [Αὐρήλιος Εὔμαχος Ἀπελ]λᾶ τοῦ̣ [․c.6․․]ος τοῦ Ζήνωνος τοῦ Εὐδάμου Εὔδαμος |
| [κατεσκεύασεν τὸν βωμὸν καὶ] τὴν ἐπικειμένην αὐτῶ σορὸν ἐφ’ ᾧ ἐν μὲν τῇ σορῷ ταφήσε- | |
| [ται Εὔμαχος ὁ προδηλού]μενος καὶ Αὐρηλία Τατία Παπίου τοῦ Περείτου Πανκράτους | |
| [ἡ γυνὴ αὐτοῦ καὶ] Αὐρήλιος Διονύσιος ἑξάκι τοῦ Χρυσογόνου ὁ Τατίας τῆς | |
| 5 | [Παπίου υἱὸς καὶ] Αὐρήλιοι Ἀπελλᾶς καὶ Εὐμαχιανὴ τὰ τέκνα αὐτοῦ καὶ Αὐ- |
| [ρηλία — Τι]βερίου Κλαυδίου Ἀχιλλέως υἱοῦ Τολμίδου ἡ γυνὴ αὐτοῦ· | |
| [ἐν δὲ ταῖς ὑποκειμ]έναις εἰσώσταις ταφήσονται οὓς ἂν Εὔμαχος βουληθῇ καὶ | |
| [διατάξηται τε]θ̣ῆ̣[ν]αι ἐν [α]ὐταῖς καὶ ἔκγονα αὐτοῦ μόνα, ἕτερος δὲ οὐδεὶς | |
| [ἐξουσίαν ἕξει ἐνθ]άψα[ι τι]νὰ ἐν τῇ σορῷ οὔτε μετακεινῆσαι αὐτὴν οὔτε παρα- | |
| 10 | [χωρῆσαι οὐδενί,] οὔτε τὸν βωμὸν οὔτε εἰσώστην ἀπ’ α[ὐ]τοῦ οὐδὲ τρόπον ἐφευ- |
| [ρεῖν ᾧ ἐξαλλοτρι]ωθῇ κατὰ παρεύρεσιν οὐδεμίαν ἀλλὰ μετὰ τὸ ταφῆναι τοὺς | |
| [προγεγραμμένους πάντ]ας ἀφηρωΐσθαι τὸ μνημεῖον· ἐὰν δέ τις ἐπιχειρήσῃ ἢ ἐνθάψαι | |
| [τινὰ ἐν τῇ σορῷ ἢ ἐν] ταῖς εἰσώσταις ἢ μετακεινῆσαι τὴν σορὸν ἢ ὑπεναντίον τι | |
| [τοῖς προγεγραμμένοι]ς ποιῆσαι ἔστω ὅ τε ποιήσας ὅ τε ἀναδεξάμενος τυμβω- | |
| 15 | [ρύχος καὶ ἀσεβὴς καὶ ἐπ]άρατος καὶ προσαποτεισάτωσα[ν] ὅ τε ποιήσας ὅ τε ἀναδε- |
| [ξάμενος τῷ ταμείῳ τοῦ] δήμου Ῥωμαίων ἀργυρίου δηνάρια μύρια καὶ οὐδὲν ἔλαττον | |
| [ἔστω ἀφηρωϊσμέ]νον τὸ ἡρῶον μετὰ τὸ τεθῆναι τοὺς προγεγραμμένους | |
| [πάντας. τὸ] τῆς ἐπιγραφῆς ἀντίγραφον ἀπετέθη εἰς τὸ χρεοφυλάκιον | |
| [ἐπὶ στεφανηφόρου Γλύκ]ωνος πεντάκι τοῦ Ἀρχιμήδους μηνὸς Τραϊανοῦ Σεβαστοῦ. |