| 1 | [θε]οί. |
| [ἐπ’ Εὐθυκρίτου ἄρ]χοντος, ἱερείως δὲ Ἀνδρο- | |
| [κλέους ἐκ Κεραμ]έων· ἐπὶ τῆς Ἀντιοχίδος ὀγ- | |
| [δόης πρυτανεία]ς, ἧι Πυθόδηλος Πυθοδήλου | |
| 5 | [․․․․9․․․․ ἐγρα]μμάτευεν· ἕνηι καὶ νείαι π- |
| [ροτέραι, εἰκοστ]ῆι τῆς πρυτανείας· ἐκκλησ- | |
| [ία· τῶν προέδρων] ἐπεψήφισεν Ἐπιγένης Ἐρο- | |
| [ιάδης· ἔδοξεν τῶ]ι δήμωι· Προκλείδης Παντα- | |
| [λέοντος ἐκ Κερα]μέων εἶπεν· ἀγαθῆι τύχηι ∶ | |
| 10 | [δεδόχθαι τῶι δή]μωι τὰ μὲν ἀγαθὰ δέχεσθαι |
| [ἃ ἀπαγγέλλει ὁ ἱ]ερεὺς γεγονέναι ἐκ τῶν ἱε- | |
| [ρῶν τῶν τυθέντ]ων, ἐπειδὴ δὲ Ἀνδροκλῆς ἱερ- | |
| [εὺς λαχὼν τῶι Ἀσ]κληπιῶι ἐπιμελεῖται το[ῦ] | |
| τε ἱεροῦ καὶ [τῶν] ἄλλων ὧν αὐτῶι οἱ νόμοι πρ- | |
| 15 | οστάττουσιν κ[αλ]ῶς καὶ εὐσεβῶς καὶ οἱ λαχ- |
| όντες ἐπιμελητ[α]ὶ τῆς εὐκοσμίας τῆς περ[ὶ] | |
| τὸ θέατρον ἀπέφη[να]ν αὐτὸν ἐν τῶι δήμω[ι χρ]- | |
| ήσιμον γεγονέναι [αὐτ]οῖς περὶ τὴν ἐπ[ιμέλ]- | |
| ειαν τοῦ θεάτρου· ἐπαιν[έσα]ι Ἀνδροκ[λέα Κλ]- | |
| 20 | εινίου ἐκ Κεραμέων τὸν ἱερ[έα] τοῦ Ἀ[σκληπι]- |
| οῦ καὶ στεφανῶσαι αὐτὸν ἐπ[ειδ]ὰν τ[ὰς εὐθύ]- | |
| νας δῶι χρυσῶι στεφάνωι ἀπὸ ∶Χ[∶ δραχμῶν ἀ]- | |
| ρετῆς ἕνεκα καὶ δικαιοσύνης κα[ὶ δοῦναι] | |
| αὐτῶι τὸν ταμίαν τοῦ δήμου ∶ΔΔΔ[∶ δραχμὰς] | |
| 25 | εἰς θυσίαν ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσ[ματα ἀν]- |
| αλισκομένων τῶι δήμωι· τὸν δὲ γραμ[ματεῖα] | |
| τὸν κατὰ πρυτανείαν ἀναγράψαι τόδ[ε τὸ ψή]- | |
| φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐ[ν τῶι] | |
| ἱερῶι τοῦ Ἀσκληπιοῦ· εἰς δὲ τὴν ἀναγρ[αφὴν] | |
| 30 | τῆς στήλης δοῦναι τὸν ταμίαν τοῦ δήμ[ου ∶Δ]- |
| [Δ]Δ∶ δραχμὰς ὅθεν οἱ νόμοι κελεύουσι[ν]. | |
| vacat 0.014 | |
| 32 | Εὐετίων Αὐτοκλείδου Σφήττιος εἶπ[ε· περὶ] |
| [ὧ]ν ὁ ἱερεὺς τοῦ Ἀσκληπιοῦ τοῦ ἐν ἄστ[ει λέγ]- | |
| [ε]ι περὶ τῶν ἱερῶν ὧν ἔθυεν τῶι Ἀσκλη[πιῶι] | |
| 35 | [κα]ὶ τοῖς ἄλλοις θεοῖς τοῖς μετ’ αὐτο[ῦ· ἀγαθ]- |
| [ῆι τύχηι ἐψηφίσθ]αι [τῆ]ι βουλῆι τοὺς [προέδ]- | |
| [ρους οἳ ἂν λάχωσι προε]δρεύειν ἐν τῶ[ι δήμω]- | |
| [ι εἰς τὴν πρώτην ἐκκλησί]αν προσαγαγ[εῖν] | |
| [αὐτὸν πρὸς τὸν δῆμον καὶ] χρηματίσα[ι περὶ] | |
| 40 | [τούτων, γνώμην δὲ ξυμβά]λλεσθαι τ[ῆς βου]- |
| [λῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ] τῆι βουλ[ῆι τὰ μ]- | |
| [ὲν ἀγαθὰ δέχεσθαι τὸν δῆμο]ν ἃ ἀπαγγ[έλλει] | |
| [ὁ ἱερεὺς γεγονέναι ἐν τοῖς] ἱεροῖς [ἐφ’ ὑγιε]- | |
| [ίαι καὶ σωτηρίαι τῆς βουλῆς κ]αὶ τοῦ [δήμου] | |
| — — — — — — — — — — — — — — — — — — — — — — |
IG II²
354