Letter of Marcus Ulpius Apuleius Eurykles, archiereus of
naoi in Smyrna for second time, to archontes, boule, and demos of
Aphrodis[ia]s concerning agon of Flavius Lysimachos and other
agones; AD 180/190; found at Aphrodisias: Texier, As. Min. iii
157; CIG 2741; Ziebarth, ZVRW 16, 1903, 293, no. 65; OGIS 509;
Liermann 114-115, no. 20 (non vidi); Laum, no. 103 (part);
Pickard-Cambridge, Dramatic Festivals2 320, no. 16a; *Reynolds,
Aphrodisias & Rome, doc. 57; SEG 32, 1097; BE 1983:392.
[ ]
Reynolds, Aphr.&Rome 57
| 1 | vacat ἀγαθῇ τύχῃ· |
| Μᾶρκος Οὔλπιος Ἀππουλήϊος Εὐρυκλῆς ἀρχιερεὺς Ἀσίας ἀποδεδει[γ]μένο[ς] | |
| ναῶν {ΚΑΙ} τῶν ἐν Σμύρνῃ τ<ὸ> βʹ Ἀφροδισ[ι]έων ἄρχουσι βουλῇ δήμῳ χαίρε[ι]ν· | |
| βουληθέντων ὑμῶν πρόνοιαν ποιήσασθαί με καὶ τῶν κατὰ τοὺς ἀγῶνας | |
| 5 | διά τε τὴν πρὸς τὸν μέγιστον αὐτοκράτορα εὐσέβειαν Μᾶρκον Αὐρήλιον |
| Κόμοδον Ἀντωνῖνον Σεβαστόν, καὶ διὰ τὴν πρὸς τοὺς διαθεμένους | |
| μνήμην καὶ διὰ τὴν τῆς πόλεως δό<ξ>αν, ἤδη καὶ τῶν ἀπὸ τῆς συνόδου π[ολ]- | |
| λάκις ἐντυχόντων μοι, οὐδὲ τοῦτο τὸ μέρος κατέλιπον ἀδιάκριτον | |
| ἑπόμενος τῇ κατὰ τὴν λογιστείαν τά<ξ>ε[ι] καὶ προθυμίᾳ μέχρι νῦν τῆς περὶ | |
| 10 | τοὺς ἀγῶνας καταστάσεως ἐνλειπούσης διὰ τὴν τῶν χρημάτων πα- |
| ρασκευὴν ὀφειλόντων συ[ναυξ]ηθῆναι κατά τε τὰς τῶν τελευτησάν- | |
| των γνώμας καὶ κατὰ τὸ ἀξί<ω>μα τοῦ πόρου ἀφ’ οὗ <χ>ρὴ τοὺς ἀγῶνα[ς] ἐπιτελεῖσθαι | |
| ἀγὼν μὲν δὴ ὁ ἐκ τῶν Φλαβίου Λυσιμάχου διαθηκῶν προελήλυ- | |
| θεν εἰς ἀρχείου πόρου μυριάδας δ<ώ>δεκα ὡς δύνασθαι ἀπὸ τού- | |
| 15 | των παρὰ ἔτη τέσσαρα πληροῦσθαι μ<ο>υσικὸν ἀγῶνα καθὰ τῷ |
| διαθεμέν<ῳ> ἔδοξεν. αἱ δὲ μετὰ τὰς δ<ώ>δεκα μυριάδας <ο>ὖσαι ἐν ἐκ- | |
| δανεισμῷ καὶ ὁ προσγεγ<ο>ν<ὼ>ς τούτοις τόκος μέχρι ἀρχῆς [ἔ]τους | |
| [ποιεῖ] κεφαλείου δηναρίων μυριάδας τρεῖς δηνάρια χείλια ὀκτ<ω>κόσια | |
| τριάκοντα ἐννέα· δ<ύ>νασθε {Ι} οὖν ἀρχομένου τοῦ ἔτους τοῦτον | |
| 20 | τὸν ἀγῶνα ἐπιτελεῖν ἀγαθῇ τύχῃ ἐπὶ ἄθλοις ταλαντιαί- |
| οις καὶ ἀγωνίσμασιν κατὰ τὰ ἆθλα· προθεσμία δὲ εἰς τὸν ἑ- | |
| ξῆς χρόνον καὶ τὴν ἐπιοῦσαν τετραετηρίδα {Σ} ἔσται χρ<ό>[νος] | |
| ὁ ἀπὸ [Βαρ]<β>ιλλήων τῶν ἐν Ἐφέσῳ [ἀγομένων] πρὸς [Κοινὰ?] Ἀσίας [ἔρρωσθε?]. ❦ |