Fragment of honorary/funerary decree (?) for (no name); I;
found at Aphrodisias, same text as for Aphrodisias 25: *Reynolds,
Aphrodisias & Rome, doc. 30 (PH); SEG 32, 1097; BE 1983:387.
[ ]
Reynolds, Aphr.&Rome 30
1 | σ̣ωτῆρα καὶ εὐεργέτην̣ [․․] |
ἐκ πολλῶν καὶ μεγάλων κιν̣- | |
δύνων σεσωκότα τὴν πατρ- | |
[ί]δα πᾶσι τοῖς ἐνστᾶσι τῇ πα̣- | |
5 | τρίδι πολέμοις ἀγωνισάμε- |
νον ἀνδρείως καὶ διαφυλαξαν- | |
τα τὰ ἐμπιστευθέντα ὀχυρώμα- | |
τα ὑπὸ τῆς πόλεως καὶ πίστεις̣ | |
ἐ̣ν τοῖς αναγκαιοτάτοις καιροῖς | |
10 | δ̣ιατηρήσαντα τῶι κοινῶι καὶ τὰς̣ |
ἀ̣ρχὰς πάσας τελέσαντα κα- | |
θαρῶς καὶ δικα<ί>ως καὶ συμφε- | |
ρόντως τῇ πόλει καὶ στεφανη- | |
φορήσαντα καὶ γυμνασιαρχή- | |
15 | σαντα μεγαλομερῶς καὶ πολυδα̣- |
πάνως καὶ ἱερατεύσαντα Ῥώμης̣ | |
κ̣αὶ ἀγορανομήσαντα ἐν τῇ χαλε- | |
πωτάτῃ σιτοδείᾳ καὶ σῖτον εὔωνον̣ | |
παρασχόντα τοῖς ἰδίοις ἀνηλώμα- | |
20 | σιν καὶ τὰς ἐν τοῖς πολέμοις ἀρχὰ[ς] |
[—] |