Honorary/funerary decree of boule and demos for Titus
Antonius Lysimachos Grypos; Roman; found at Aphrodisias: CIG 2767
(part); Henzen, Ann. d. Inst. 23, 1852, 118-119, no. 1; LW 1604;
Buresch, RhM 49, 1984, 430-431; Reinach, REG 19, 1906, 102, no.
15; *MAMA 8, no. 408;
[ ]
MAMA VIII, no. 408
1 | ἔδοξεν τῇ βουλῇ κα̣ὶ τῷ δήμῳ γνώμη ἀρχόντων καὶ Ὑψικλέους [τ]οῦ̣ Ὑ̣[ψικλέ]- |
ους τοῦ Μενάνδρου γραμματέως δήμου καὶ Μενίππου τοῦ Τειμοκλέους τοῦ Π̣[ο]- | |
λεμάρχου τοῦ ἐπὶ τῆς χώρας στρατηγοῦ· ἐπεὶ Τίτος Ἀντώνιος Ἀδράστου υἱὸς Κυρε[ί]- | |
να Λυσίμαχος Γρύπος ἀνὴρ τῆς πρώτης τάξεως καὶ γένους πολλὰ καὶ μεγάλα ἐν πᾶσ[ι] | |
5 | παρεσχημένου τῇ πατρ̣ί̣δι, καὶ αὐτὸς ἀπὸ πρώτης ἡλικίας νεικήσας πάντας ἠθῶν τε σε̣- |
μνότητι καὶ ἐναρέτου βί̣ου ἀγωγῇ καὶ καθ’ ἑαυτὸν κατὰ ἔργα κοσμήσας τὴν τοῦ γένους <δόξαν> | |
καὶ ἐν αἷς ἐτέλεσεν ἀρχα[ῖ]ς καὶ ὑπηρεσίαις καὶ πρεσβείαις καὶ ἀγορανομίαις πολυτελέσιν | |
καὶ ἐπιδόσεσιν καὶ λιτου̣ργίαις μεγαλοψύχοις καὶ ἀρχιερωσύνῃ πολυτελεστάτῃ τὰ | |
νῦν μετήλλακχεν, ὁ [δ]ὲ δῆμος ἡμῶν ἐπὶ τῷ γεγονότι ἀχθεσθεὶς ἐπηνέχθη τειμῆ- | |
10 | σαι τὸν ἄνδρα καὶ μετη[λ]λακχότα ταῖς τειμαῖς καὶ στεφανῶσαι αὐτὸν τῷ τῆς ἀρ[ε]- |
τῆς στεφάνῳ, παραμυθήσασθαι δὲ <κ>αὶ Ἀντωνίαν Νεικοτείμου θυγατέρα Τατίαν τὴν μητέρα αὐτο[ῦ·] | |
δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ τετειμῆσθαι καὶ μετηλλακχότα Ἀντώνιον Λυσίμαχον ἄν- | |
δρα πάσης ἄξιον τειμῆς τα̣[ῖ]ς καλλίσταις τειμαῖς, ἐστεφανῶσθαι δὲ αὐτὸν κατὰ ἀξίαν τῷ τῆς | |
ἀρετῆς στεφάνῳ, παρηγορῆ̣σθαι δὲ καὶ Ἀντωνίαν Νεικοτείμου θυγατέρα Τατίαν τὴν μητέ̣- | |
15 | ρα αὐτοῦ εὐθαρσῶς τὸ σ̣υνβεβηκὸς ὑπὸ τοῦ δαίμονος ἐνεν[κε]ῖν. |