Honorary/funerary decree of boule and demos for Titus Antonius Lysimachos Grypos; Roman; found at Aphrodisias: CIG 2767 (part); Henzen, Ann. d. Inst. 23, 1852, 118-119, no. 1; LW 1604; Buresch, RhM 49, 1984, 430-431; Reinach, REG 19, 1906, 102, no. 15; *MAMA 8, no. 408;  
[ ] MAMA VIII, no. 408
1 ἔδοξεν τῇ βουλῇ κα̣ὶ τῷ δήμῳ γνώμη ἀρχόντων καὶ Ὑψικλέους [τ]οῦ̣ Ὑ̣[ψικλέ]-
ους τοῦ Μενάνδρου γραμματέως δήμου καὶ Μενίππου τοῦ Τειμοκλέους τοῦ Π̣[ο]-
λεμάρχου τοῦ ἐπὶ τῆς χώρας στρατηγοῦ· ἐπεὶ Τίτος Ἀντώνιος Ἀδράστου υἱὸς Κυρε[ί]-
να Λυσίμαχος Γρύπος ἀνὴρ τῆς πρώτης τάξεως καὶ γένους πολλὰ καὶ μεγάλα ἐν πᾶσ[ι]
5 παρεσχημένου τῇ πατρ̣ί̣δι, καὶ αὐτὸς ἀπὸ πρώτης ἡλικίας νεικήσας πάντας ἠθῶν τε σε̣-
μνότητι καὶ ἐναρέτου βί̣ου ἀγωγῇ καὶ καθ’ ἑαυτὸν κατὰ ἔργα κοσμήσας τὴν τοῦ γένους <δόξαν>
καὶ ἐν αἷς ἐτέλεσεν ἀρχα[ῖ]ς καὶ ὑπηρεσίαις καὶ πρεσβείαις καὶ ἀγορανομίαις πολυτελέσιν
καὶ ἐπιδόσεσιν καὶ λιτου̣ργίαις μεγαλοψύχοις καὶ ἀρχιερωσύνῃ πολυτελεστάτῃ τὰ
νῦν μετήλλακχεν, ὁ [δ]ὲ δῆμος ἡμῶν ἐπὶ τῷ γεγονότι ἀχθεσθεὶς ἐπηνέχθη τειμῆ-
10 σαι τὸν ἄνδρα καὶ μετη[λ]λακχότα ταῖς τειμαῖς καὶ στεφανῶσαι αὐτὸν τῷ τῆς ἀρ[ε]-
τῆς στεφάνῳ, παραμυθήσασθαι δὲ <κ>αὶ Ἀντωνίαν Νεικοτείμου θυγατέρα Τατίαν τὴν μητέρα αὐτο[ῦ·]
δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ τετειμῆσθαι καὶ μετηλλακχότα Ἀντώνιον Λυσίμαχον ἄν-
δρα πάσης ἄξιον τειμῆς τα̣[ῖ]ς καλλίσταις τειμαῖς, ἐστεφανῶσθαι δὲ αὐτὸν κατὰ ἀξίαν τῷ τῆς
ἀρετῆς στεφάνῳ, παρηγορῆ̣σθαι δὲ καὶ Ἀντωνίαν Νεικοτείμου θυγατέρα Τατίαν τὴν μητέ̣-
15 ρα αὐτοῦ εὐθαρσῶς τὸ σ̣υνβεβηκὸς ὑπὸ τοῦ δαίμονος ἐνεν[κε]ῖν.
Search Help
Contact Us