Funerary inscription in elegiacs for Demetrios Pankratou, on stele of white marble; II; found at Amyzon: GIBM 1036 (PH); Robert, Et. anat. 388, note 2; Peek, GVI I 1120; Peek, GG 150; *Robert, Amyzon no. 65 (PH); BE 1984:430.  
[ ] Robert, Amyzon no. 65
1 vacat Δημήτριος Παγκράτου· vacat
πᾶσιν δακρυτὸς Δημήτριος, ὅγ γλυκὺς ὕπνος
εἶχεν καὶ Βρομίου νεκτάρεαι προπόσεις·
δούλου δ’ ἐκ χειρῶν [σ]φαγισθεὶς καὶ πυρὶ πολλῶι
5 φλεχθεὶς σὺμ μελάθροις ἤλυθον εἰς Ἀΐδην,
ὄφρα πατὴρ καὶ ὅμαιμοι ἐμοὶ καὶ πρέσβεα μήτηρ
δέξαντ’ εἰς κόλπους ὄστεα καὶ σποδιήν·
ἀλλὰ πολῖται ἐμοὶ τὸν ἐμὲ ῥέξαντα τοιαῦτα
θηρσὶ καὶ οἰωνοῖς ζωὸν ἀνεκρέμασαν.
Search Help
Contact Us