Funerary inscription in elegiacs for Demetrios Pankratou,
on stele of white marble; II; found at Amyzon: GIBM 1036 (PH);
Robert, Et. anat. 388, note 2; Peek, GVI I 1120; Peek, GG 150;
*Robert, Amyzon no. 65 (PH); BE 1984:430.
[ ]
Robert, Amyzon no. 65
| 1 | vacat Δημήτριος Παγκράτου· vacat |
| πᾶσιν δακρυτὸς Δημήτριος, ὅγ γλυκὺς ὕπνος | |
| εἶχεν καὶ Βρομίου νεκτάρεαι προπόσεις· | |
| δούλου δ’ ἐκ χειρῶν [σ]φαγισθεὶς καὶ πυρὶ πολλῶι | |
| 5 | φλεχθεὶς σὺμ μελάθροις ἤλυθον εἰς Ἀΐδην, |
| ὄφρα πατὴρ καὶ ὅμαιμοι ἐμοὶ καὶ πρέσβεα μήτηρ | |
| δέξαντ’ εἰς κόλπους ὄστεα καὶ σποδιήν· | |
| ἀλλὰ πολῖται ἐμοὶ τὸν ἐμὲ ῥέξαντα τοιαῦτα | |
| θηρσὶ καὶ οἰωνοῖς ζωὸν ἀνεκρέμασαν. |