Honorary decree of demos of Amyzon for strategos Margos, on
block of white marble; 273 BC; found at Amyzon: *Robert, Amyzon
no. 3 (PH); BE 1984:419.
[ ]
Robert, Amyzon no. 3
| 1 | [βασι]λεύοντ[ος Π]τολεμαίου τοῦ Πτολε[μαίου] |
| [ἔ]τους θʹ, μηνὸς Ὑπερβερεταίου· ἐπὶ νεωποι[οῦ] | |
| Διονυσίου τοῦ Μυωνίδου· ἐκκλησίης κυρίας γε- | |
| νομένης <⁶¹>⁶¹[⁵¹․․․․c.12․․․․]⁵¹ εἶπαν Διονύσιος καὶ Οὐλι- | |
| 5 | ά̣δης οἱ πρεσβεύσαντες πρὸς Μάργον· ἐπειδὴ Μάρ- |
| γος ὁ στρατηγὸς ἀνὴρ καλὸς κἀγαθὸς ὢν <διατελεῖ> καὶ ποιῶν | |
| πάντα τὰ συμφέροντα τῶι δήμωι καὶ τοῖς θεοῖς· | |
| δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι Μάργον τὸν | |
| στρατηγὸν ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχων δ[ι]- | |
| 10 | ατελεῖ τῶι δήμωι τῶι Ἀμυζονέων· εἶναι δὲ αὐτὸν |
| καὶ εὐεργέτην τοῦ δήμου· δίδοσθαι δὲ αὐτῶι καὶ | |
| γέρας ἀπὸ τῶν δημοτελῶν ἱερῶν τῶν θυομέ- | |
| [ν]ων Ἀρτέμιδι καὶ Ἀπόλλωνι· ἀνακαλεῖσθαι δὲ αὐ- | |
| [τὸ]ν εἰς προεδρίαν ὑπὸ τοῦ ἱεροκήρυκος ἐν ταῖς θυσί- | |
| 15 | [αις κ]αὶ πανηγύρει· τὰ αὐτὰ δὲ εἶναι καὶ αὐτῶι καὶ ἐγγό- |
| [νοις] διὰ γένους· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα ἐ- | |
| [πὶ τοῦ] προμετωπίου τοῦ ναοῦ τῆς Ἀρτέμιδος | |
| [ἵνα δια]μένηι διὰ παντός· ἀναγράψαι δὲ καὶ τὴν ἐ- | |
| [πιστολὴν α]ὐτοῦ τὴν γεγ[ραμμέ]νην περὶ τῶ[ν ․c.3․] |