Honorary decree of demos (of Amyzon) for Hermias Pankratou, on anta-block of white marble; 203/190 BC; found at Amyzon: *Robert, Amyzon no. 18 (PH); BE 1984:423.  
[ ] Robert, Amyzon no. 18
1 [․․]Α̣ΝΩΝΑ[—]
[—]
κ[αὶ] μεγά[λ]ας χρείας παρεσχημένος τῶι δ̣[ή]-
μωι διατελεῖ, ἀπαχθέντων τε τῶν ἱερῶν
5 σωμάτων κατὰ πόλεμον ἐπρέσβευσεν πρὸ̣ς̣
βασιλῆ Ἀντίοχον τοῖς ἰδίοις ἀναλώμασιν κα[ὶ ἐ]-
π̣ανήγαγεν τὰ σώματα, ἔν τε τοῖς ἄλλοι[ς]
ἐν οἷς ὁ δῆμος χρείαν ἔσχηκεν αὐτοῦ ἐ̣[μ]
παντὶ καιρῶι παρασκευάζων αὑτὸν πρό[θυ]-
10 μον διατελεῖ· δεδόχθαι τῶι δήμωι· ἐπ̣[αινέσαι]
Ἑρμίαν Παγκράτου ἀρετῆς ἕνεκε[ν καὶ εὐ]-
νοίας ἧς ἔχων διατετέλεκεν εἰς [τὸν δῆ]-
μον· δίδοσθαι δὲ αὐτῶι καὶ γέρα ἀπ[ὸ τῶν δη]-
μοτελῶν θυσιῶν· τὰ αὐτὰ δὲ ὑπ[άρχειν]
15 τοῖς ἐκγόνοις αὐτοῦ· ἵνα δὲ τὸ ψήφ[ισμα ἀνα]-
γραφῇ ἐπὶ τῆς παραστάδος τοῦ [ἱεροῦ πυλῶνος]
ἐπιμεληθῆναι τὸν ἐνεστῶτα [νεοποίην]
[κ]αὶ Ἀριεράμνην τὸν νεωκό[ρον].
Search Help
Contact Us