Honorary decree of demos (of Amyzon) for Hermias Pankratou,
on anta-block of white marble; 203/190 BC; found at Amyzon:
*Robert, Amyzon no. 18 (PH); BE 1984:423.
[ ]
Robert, Amyzon no. 18
1 | [․․]Α̣ΝΩΝΑ[—] |
[—] | |
κ[αὶ] μεγά[λ]ας χρείας παρεσχημένος τῶι δ̣[ή]- | |
μωι διατελεῖ, ἀπαχθέντων τε τῶν ἱερῶν | |
5 | σωμάτων κατὰ πόλεμον ἐπρέσβευσεν πρὸ̣ς̣ |
βασιλῆ Ἀντίοχον τοῖς ἰδίοις ἀναλώμασιν κα[ὶ ἐ]- | |
π̣ανήγαγεν τὰ σώματα, ἔν τε τοῖς ἄλλοι[ς] | |
ἐν οἷς ὁ δῆμος χρείαν ἔσχηκεν αὐτοῦ ἐ̣[μ] | |
παντὶ καιρῶι παρασκευάζων αὑτὸν πρό[θυ]- | |
10 | μον διατελεῖ· δεδόχθαι τῶι δήμωι· ἐπ̣[αινέσαι] |
Ἑρμίαν Παγκράτου ἀρετῆς ἕνεκε[ν καὶ εὐ]- | |
νοίας ἧς ἔχων διατετέλεκεν εἰς [τὸν δῆ]- | |
μον· δίδοσθαι δὲ αὐτῶι καὶ γέρα ἀπ[ὸ τῶν δη]- | |
μοτελῶν θυσιῶν· τὰ αὐτὰ δὲ ὑπ[άρχειν] | |
15 | τοῖς ἐκγόνοις αὐτοῦ· ἵνα δὲ τὸ ψήφ[ισμα ἀνα]- |
γραφῇ ἐπὶ τῆς παραστάδος τοῦ [ἱεροῦ πυλῶνος] | |
ἐπιμεληθῆναι τὸν ἐνεστῶτα [νεοποίην] | |
[κ]αὶ Ἀριεράμνην τὸν νεωκό[ρον]. |