Letter of Hyrtakina confirming kinship and sacredness of
Teos; c. 170/140 BC: *BCH 1925, 298-303, no. 1 (PH); **ICret II
Hyrtacina no. 2 (ll. 3-7, 18).
[ ]
BCH 1925, 298-303, no. 1
0 | {²Beginning lost}² |
[— πρὸς] τὸς θεὸς ε[ὐ]- | |
[σεβ—]ων εἰς τὸν | |
[— ποιῆσαι Τηΐος] ἰσοπολίτας | |
[ἀτελεῖς καὶ πολέμω καὶ εἰρ]άνας, καὶ αἴ τίς | |
5 | [κα ἀδικήσηι αὐτὸς] συγγενέας καὶ ἱερὸς |
[ἐόντας ἢ πολε]μ̣ῆι ἢ κατὰ γᾶν ἢ κατὰ θάλα- | |
[σσαν καὶ παραιρῆ]ται τὰν χώραν τὰν καθιερωμέ- | |
[ν]αν, βοα̣[θή]σει ὁ δᾶμος ὁ Ὑρτακινίων καθὼς ἂν | |
δύναται μάλιστα· ἀναγράψαι δὲ τὰν ἀνανέ- | |
10 | ωσιν εἰς τὸ ἱερὸν τὸ τᾶς Ἥρας· ὑπάρχειν δὲ |
καὶ προξένος Ὑρτακινίοις Ἡρόδοτον Μη- | |
νοδότω, Μενεκλῆν Διονυσίω τὸς τῶν | |
Τηΐων πρεγγευτάς· ἐπαινέσαι δὲ α̣ὐ̣τ̣ὸ̣ς̣ | |
ἐπὶ τᾶι ἐνδαμίαι καὶ τᾶι λοιπᾶι ἀναστροφᾶι | |
15 | ἇι πεποίηνται ἀξίως τᾶς πόλιός τε τῶν Τηΐων |
καὶ Ὑρτακινίων πόλιος καὶ αὐσαυτῶν· κα- | |
λέσαι δὲ καὶ ἐπὶ ξένια τὸς πρεγγευτὰς | |
ἐπὶ τὰν κοινὰν ἑστίαν ἐς τὸ Δ[ελφ]ίνιον. | |
vacat ἔρρωσθε. |