Letter of Hyrtakina confirming kinship and sacredness of
Teos; c. 170/140 BC: *BCH 1925, 298-303, no. 1 (PH); **ICret II
Hyrtacina no. 2 (ll. 3-7, 18).
[ ]
BCH 1925, 298-303, no. 1
| 0 | {²Beginning lost}² |
| [— πρὸς] τὸς θεὸς ε[ὐ]- | |
| [σεβ—]ων εἰς τὸν | |
| [— ποιῆσαι Τηΐος] ἰσοπολίτας | |
| [ἀτελεῖς καὶ πολέμω καὶ εἰρ]άνας, καὶ αἴ τίς | |
| 5 | [κα ἀδικήσηι αὐτὸς] συγγενέας καὶ ἱερὸς |
| [ἐόντας ἢ πολε]μ̣ῆι ἢ κατὰ γᾶν ἢ κατὰ θάλα- | |
| [σσαν καὶ παραιρῆ]ται τὰν χώραν τὰν καθιερωμέ- | |
| [ν]αν, βοα̣[θή]σει ὁ δᾶμος ὁ Ὑρτακινίων καθὼς ἂν | |
| δύναται μάλιστα· ἀναγράψαι δὲ τὰν ἀνανέ- | |
| 10 | ωσιν εἰς τὸ ἱερὸν τὸ τᾶς Ἥρας· ὑπάρχειν δὲ |
| καὶ προξένος Ὑρτακινίοις Ἡρόδοτον Μη- | |
| νοδότω, Μενεκλῆν Διονυσίω τὸς τῶν | |
| Τηΐων πρεγγευτάς· ἐπαινέσαι δὲ α̣ὐ̣τ̣ὸ̣ς̣ | |
| ἐπὶ τᾶι ἐνδαμίαι καὶ τᾶι λοιπᾶι ἀναστροφᾶι | |
| 15 | ἇι πεποίηνται ἀξίως τᾶς πόλιός τε τῶν Τηΐων |
| καὶ Ὑρτακινίων πόλιος καὶ αὐσαυτῶν· κα- | |
| λέσαι δὲ καὶ ἐπὶ ξένια τὸς πρεγγευτὰς | |
| ἐπὶ τὰν κοινὰν ἑστίαν ἐς τὸ Δ[ελφ]ίνιον. | |
| vacat ἔρρωσθε. |