Letter of Sybrita according friendship and asylia to Teos;
c. 200 BC: CIG 3049; *LW 66; **ICret II Sybrita no. 1 (ll. 1,
4-5, 8-10, 12-9).
[ ]
LW 66
| 0 | vacat Συβριτίων. vacat |
| Συβριτίων ἁ πόλις καὶ οἱ κόσμοι Τηΐων τᾶι βωλᾶι καὶ τῶι | |
| δάμωι χαίρειν. v παραγενόμενος Περδίκκας ὁ παρὰ βασι- | |
| λέως Φιλίππου πρεσβευτὰς τό τε ψήφισμα ἀπέδωκεν | |
| ὃ ἔφερον οἱ παρ’ ὑμῶν πρεσβευταὶ ἐπεὶ αὐτοῖς συνε- | |
| 5 | [πρέσβευσεν], ἐν ὧι ἐγράψατε ἁμῖν περὶ τᾶς οἰκειότα- |
| τος καὶ τᾶς φιλίας καὶ ὅτι καλῶς κα ποιήσαιμεν προσ- | |
| δεξάμενοι τάν τε ἀνιέρωσιν τῶι Διονύσωι καὶ τὰν ἀσυ- | |
| λίαν τᾶς τε πόλιος καὶ τᾶς χώρας [ὑμῶν —] | |
| [․․5․․] πράσσειν· διελέγη δὲ [καὶ Περδίκκας ὁ ὑμέτερος] | |
| 10 | [ πολί]τας ἀκολούθως τοῖς γ[εγραμμένοις μετὰ πάσας] |
| σπουδὰς καὶ φιλοτιμίας· πρό[θυμοι οὖν καὶ ἀπὸ προ]- | |
| γόνων πρὸς πάντα τὰ [θεῖα διακείμενοι — τὰν] | |
| ἀνιέρωσιν τῶι Διονύσωι κ[—] | |
| [․․] βουλόμενοι ὑμῖν π[—] | |
| 15 | [καὶ τ]ἄλλα τίμια [καὶ ἔνδοξα —] |
| [καὶ τὰ]ν ἀσυλίαν [τᾶς πόλιος καὶ τᾶς χώρας —] | |
| [․․5․․]ιο[—] | |
| πάντα. εἰ δέ τινές κα τῶν ὁρι<ο>μένων ἐξυβρί<⁶¹>⁶¹[⁵¹σ]⁵¹τας ἀδι- | |
| κήσωσίν τινα Τηΐων ἢ τῶν παροίκων ἢ κοινᾶι ἢ ἰδίαι πα- | |
| 20 | ρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀσυλίας ὑπὸ τᾶς πόλεως |
| τῶν Συβριτίων, ἐξέστω τῶι παραγενομένωι Τηΐων | |
| ἢ τῶν παροίκων τῶν ἐν Τέωι ἐπιλαβέσθαι καὶ τῶν σω- | |
| μάτων καὶ χρημάτων, εἰ τίς κα ἄγηι· οἱ δὲ κόσμοι οἱ τόκα | |
| ἀεὶ κοσμίοντες ἐπαναγκαζόντων ἀποδιδό- | |
| 25 | μεν τοὺς ἔχοντας, ἀζήμιοι ὄντες καὶ ἀνυπόδι- |
| κοι πάσας ζαμίας. vacat εὐτυχεῖτε. |