Letter of king of Athamania confirming friendship with and
asylia of Teos; 205/1 BC: *LW 83; Wilhelm, GGA 160, 1898,
216-220; **Welles 35 (ll. 1-14, 17-20).
[ ]
LW 83
1.1 | vacat Ἀθαμ[άν]ω[ν]. vacat |
[β]ασιλεὺ[ς Θ]εόδωρος [κα]ὶ Ἀμύνανδ[ρο]ς Τ[η]ΐων τῆι βουλῆι [κ]αὶ τ[ῶ]ι δήμωι | |
χαίρειν· v Πυθαγό[ρ]ας κ[α]ὶ Κλεῖτος οἱ ἀποσταλέντες πα[ρ’ ὑ]μῶν π[ρ]ε[σ]- | |
βευταὶ τό τε ψήφισμα ἀπέδωκαν [καὶ αὐ]τ[οὶ δι]ελέγησ[αν πρὸς ἡμᾶς π]ε[ρὶ] | |
5 | τοῦ συγχωρηθῆναι παρ’ ἡμῶν τήν τε πόλιν καὶ τὴν χώραν ἱερὰν τῶι |
Διονύσωι καὶ ἄσυλον καὶ ἀφορολόγητον, v ὧν [δι]ακούσαντες προθύ- | |
μως ἅπαντα τὰ ἀξιούμενα ὑπακηκόαμεν καὶ σ<υ>γχωροῦμεν εἶναι καὶ τὴν | |
πόλιν ὑμῶν καὶ τὴν χώραν ἱερὰν καὶ ἄσυλον καὶ ἀφορολόγητον, καὶ τοῦτο | |
πράσσομεν καὶ διὰ τὸ πρὸς ἅπαντας μὲν τοὺς Ἕλληνας οἰκείως | |
10 | ἔχοντες τυγχάνειν, ὑπαρχούσας ἡμῖν συγγενείας πρὸς αὐτὸν τὸν |
ἀρχηγὸν τῆς κοινῆς προσηγορίας v τῶν Ἑλλήνων, οὐχ ἥκιστα δὲ καὶ δι- | |
ὰ τὸ πρὸς τὴν πόλιν ὑμῶν φιλόστοργον διάληψιν ἔχειν, v ἔτι | |
δὲ καὶ μέλλοντες ἅμα καὶ ὑμῖν τοῖς ἠξιωκόσιν τὴν χάριν διδόναι | |
καὶ τὴν παρὰ τοῦ θεοῦ εὐμένειαν ὡς ὑπολαμβάνομεν περιποιεῖσθαι | |
15 | {²One or two lines missing}² |
2.15 | [—]ειν παν[—] |
[—]ιν τῶν πολι[τῶν —] | |
[—]ορισμένα τοῖς πα[․․] | |
[—] ἀκριβεστέραν τὴν | |
[— εἰ]ς τὰ μετὰ ταῦτα ὑπε- | |
20 | [—]ΙΛΕ̣Ι[—] ἔρρωσθε. |