Treaty between Teos and Kyrbissos concerning sympoliteia; III: *J. & L. Robert, JS 1976, 153-235 (PH); SEG 26, 1306; Sokolowski, ZPE 38, 1980, 103-106; **SEG 30, 1376 (ll. 7-8, 18, 28).  
[ ] JS 1976, 153-235
1 {²One line missing}²
[․․․․c.16-17․․․․․]ΙΗΙ συμφερόντως, ὀμ[όσ]αι [τ]οὺς ἐν τῆι πόλε[ι πο]-
[λίτας μὴ κα]τασκάψειν Κυρβισσὸν μηδ’ ἑτέρω[ι] ἐπιτρέψειν κα[τὰ]
[δύναμιν μη]δ’ ἐγκαταλίψειν μηθένα τῶν πολιτῶν τῶν ἐγ Κυρβισσῶ[ι]
5 [κατοικούν]των· ὀμόσαι δὲ καὶ τοὺς ἐγ Κυρβισσῶι κατοικοῦντας [μὴ]
[ἐγκαταλείψ]ειν τὸν φρούραρχον τὸν ὑπὸ τοῦ δήμου ἀποστελλόμενον
[καὶ διαφ]υλάξειν τὸ χωρίον τῇ πόλει· ἐὰν δέ τις μὴ ὀμόσηι, [ζημίαν ψη]-
[φίσαι κα]τ’? αὐτοῦ τὸν δῆμον ὡς ἀδικοῦντος· ἀποδείκνυσθαι δὲ καὶ φ[ρού]-
[ραρχο]ν εἰς Κυρβισσὸν μὴ νεώτερον τριήκοντα ἐτέων κατὰ τετρά[μη]-
10 [νον ὧι] ἐστι τίμημα γῆς καὶ οἰκίας ἐλεύθερον τεσσέρων ταλάν-
[των· κατά]ρχειν δὲ τὸμ βουλόμενον τῶμ πολιτῶν ὀμνύντα ἐν τῆι ἐκκλη-
[σίαι· ὁ] δὲ ὅρκος ἔστω· κατάρξω φρούραρχον εἰς Κυρβισσὸν ὅστις μο[ι]
[ἂν δόξηι] ἄριστα καὶ δικαιότατα ἐπιμελέσε[σ]θαι τῆς φυλακῆς τοῦ χωρί-
[ου] καὶ διαφυλάξειν τὸ χωρίον τῆι πόλει ναὶ μὰ τὸν Ἀπόλλ[ω ․․c.8․․․]
15 [․1-2․] καί μοι εὐορκ[οῦν]τι [μ]ὲν εὖ [εἴη,] ἐπιορκοῦντι δὲ κακῶς· τὸν δὲ αὐτ[ὸν]
φρούραρχον μὴ ἀποδείκνυσθαι ἐφ’ ἔτη πέντε· ὅπως δ’ ἂν εἰδῶμεν τοὺς φρου-
ραρχήσαντας καὶ [․․․․․․․․․․c.25․․․․․․․․․․․], ἀναγράψαι τοὺς
τιμούχους εἰς [λ]εύκω[μα καὶ κα]τ[αθεῖναι] ἐς τὸ βουλευτήριον· φρ[ου]-
ροὺς δ’ ἔχειν τὸ[μ] φρο[ύραρχον μ]ὴ ἐλάττους ἢ εἴκοσι τῶμ πολιτῶν καὶ
20 κυνὰς τρεῖς· τοὺς δὲ κυνὰς [π]ριαμένην παραδοῦναι τῶι φρουράρχω[ι]
τὴμ πόλιν· τρέφειν [δὲ] τοὺς κυνὰς τὸμ [φ]ρούραρχον· ὃς δ’ ἂν παραλαβὼν
τὸ χωρίον μὴ παραδῶ[ι τ]ῶι φρουράρχω[ι] τῶ[ι] ὑπὸ τῆς πόλεως ἀποσ[τελ]-
λομένωι ἀεὶ καθ’ ἑκάστην τετράμη[νο]ν, φ[ε]ύγειν τε αὐτὸν ἀραιὸν
ἐκ Τέω καὶ ἐξ Ἀβδήρων καὶ ἐκ τῆς χώρας καὶ τῆς Τηΐων καὶ τῆς Ἀβδηρ[ι]-
25 τῶν καὶ τὰ ὄντα αὐτοῦ δη[μό]σια ε[ἶ]ναι, καὶ ὃς ἂν ἀποκτείνηι αὐτὸν μ[ὴ]
μιαρὸς ἔστω· ἐὰν δὲ μαχόμενος [ἀποθάνηι, ὑπάρχ]ε[ι]ν αὐτοῦ δημόσια τὰ ὄν-
τα· τῶι δὲ καταρχθέντι φ[ρο]υρ[άρχωι μὴ ἔστω] ἀποσπᾶσθαι· διδόναι
δὲ αὐτῶι τὸμ μισθὸν τὸν [ἐκ τῶν νόμων ἑκάστου τε]τραμήνου τοὺς ταμ[ίας ἐ]-
πάναγκον ὅταν πορεύηται [εἰ]ς τὸ [χωρίον· μ]ισθὸν δὲ εἶναι τῶ[ι μὲν]
30 φρουράρχωι τεσσέρας δραχμ[ὰς][λεξ]ανδρε[ίας,] τῶν δὲ φρουρῶ[ν]
ἑκάστωι δραχμὴν ἀλε[ξ]ανδρ[είαν μίαν· ἐὰν δ]έ τις [ἀ]τάκτηι ἢ μὴ πε[ι]-
[θ]άρχηι τοῦ φρουράρχο[υ,][ξε]ῖναι [τῶι φρ]ουράρχω̣ι καὶ καταδεῖν κα[ὶ]
ἀπόμισθον ποιῆσαι· ἐχέτω δὲ τῶν φρ[ου]ρῶν [ἕκα]στος ἀσπίδα κα[ὶ]
δορὺ καὶ μάχαιραν καὶ περικεφαλα̣ίαν· [τὸν] δὲ φρούραρχον [καὶ]
35 τοὺς φρουροὺς πρὶ[ν] ἀποστέλλ[ε]σθαι ὀ[μνύν]αι [ἐν] τῆι ἀγορᾶι
ἦ μὴν ἀποδώσειν καὶ δ[ι]αφυλάξειν τῆι π[όλει] τὸ χωρίον· ἐπομνύναι δ[ὲ]
[τ]ὸν νόμιμον ὅρκον· ὁρκισάντων δὲ αὐτ[οὺς οἵ τε σ]τρατηγοὶ καὶ οἱ τιμ[οῦ]-
[χ]οι· ὀμνύτωσαν δὲ καὶ ὅσοι Α[․]ΤΩΝ[․․․․․c.14․․․․․]ΙΟΝΤΙ ἀρεστ[․]
[․]Σ[․] τῶν φρουρῶν τῶν ὑπαρχόντ[ων ․c.4․]ΛΥ[․c.8-10․․] ὡς? δὲ καὶ οἱ ἐν τ[ῆι]
40 [πό]λει ὤμοσαν· παρέχεσθαι δὲ καὶ [—]ΡΑ[․․c.7․․]ΤΕ ἐν τῶι χωρίωι· τὸ[ν δὲ]
[ὅ]ρκον εἶναι τῶμ μὲν ἐ[ν] τῆ[ι] πόλει οἰκούντων τόνδε· οὐ κατασκάψω
[Κυρ]βισσὸν οὐδ’ ἑτέρωι ἐπιτρέ[ψ]ω [κ]α[τ]ὰ δύναμιν τὴν ἐμὴν οὐδ’ ἐγ[κ]α-
[ταλ]είψω τῶμ πολιτῶν τῶν ἐγ Κ[υρβισσῶι κ]ατοικούντων οὐθένα· ταῦ-
[τα οὖ]ν ἀληθῆ ναὶ μὰ Δία κ[αὶ Ἥλιογ καὶ Ποσειδῶ κ]αὶ Ἀπόλλω καὶ Ἀθηνᾶ[ν]
45 [καὶ θεο]ὺς πάντας καὶ πάσας καί [μ]ο[ι εὐ]ο[ρκ]οῦντι μὲν εὖ εἴη, ἐ[πι]-
[ορκοῦντι] δὲ κακῶς· τῶν δὲ ἐγ Κυρβ[ι]σσ[ῶι] κατοικούντων· οὐ[κ]
[ἐγ]κα̣ταλί[ψω τ]ὸμ φρούραρχο[ν] τὸν ἐκ τῆς πόλεως ὑπὸ τοῦ δήμου ἀ-
[ποστελ]λόμενον καὶ διαφυλάξω [τ]ὸ χω[ρί]ον τῆι πόλει καὶ ἂν [εἰδῶ]
[τινα] ἐπιβουλεύοντα τῶι χωρίωι ἢ τῶι φρου[ρ]άρχωι δηλώσω τῆ[ι]
50 [πόλει] καὶ τῶι φρουράρχ[ω]ι καὶ οὐκ [ἐπ]ιτρέψω κατὰ δύναμιν τὴν [ἐ]-
[μὴν] καὶ ὅ τι ἂν ὁ φρούραρχος παραγ[γε]ίληι ποιήσω ὅσα εἰς φυλ[ακ][ν]
[τοῦ χω]ρίου καὶ τῆς χώρας [ναὶ μὰ Δί]α καὶ Ἥλιογ καὶ Ποσειδῶ καὶ [Ἀ]-
[πόλλω κ]αὶ Ἀθηνᾶν καὶ θεοὺς π[ά]ντας καὶ π[άσ]ας καί [μοι ε]ὐορκοῦ[ντι]
[μὲν ε]ὖ εἴη, ἐπιορκοῦντι δὲ κακ[ῶ]ς· ὁρκισάτωσαν δὲ [ο]ἱ στρατη[γοὶ]
55 [καὶ οἱ τι]μοῦχοι τοὺς πολίτας ἐν τῆι ἀγορᾶι ταύρωι καὶ κρίωι [καὶ κά]-
[πρωι· ὁρκί]σαι δὲ καὶ τοὺς ἐγ Κυρβισσῶι κατοικοῦντας [․․c.8․․․]
[—]ΣΤΑ· τὰ δὲ ὅρκια παρασχέσθαι τοὺς ταμίας· τοὺ[ς] δὲ ὀμό-
[σαντας τῶμ] πολιτῶν τῶν ἐγ Κυρβισσῶι ἀναγράψαι εἰς λεύκω[μα —]
[․․․c.9․․․ κ]αὶ εἰς τὸ βουλευτήριον· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα [τόδε]
60 [τοὺς τιμούχ]ους εἰσ[τή]λας δύο καὶ ἀνα[θ]εῖναι τὴμ μὲ[ν μίαν ․c.4-5․]
[․․․c.10․․․]ν[․] ἐν τῇ ἀγορᾶι ’τὴν δὲ εἰς [τὸ ἱ]ερὸν τ[․․c.9-10․․]
[․․․․․12․․․․․]
Search Help
Contact Us