Treaty between Teos and Kyrbissos concerning sympoliteia;
III: *J. & L. Robert, JS 1976, 153-235 (PH); SEG 26, 1306;
Sokolowski, ZPE 38, 1980, 103-106; **SEG 30, 1376 (ll. 7-8, 18,
28).
[ ]
JS 1976, 153-235
| 1 | {²One line missing}² |
| [․․․․c.16-17․․․․․]ΙΗΙ συμφερόντως, ὀμ[όσ]αι [τ]οὺς ἐν τῆι πόλε[ι πο]- | |
| [λίτας μὴ κα]τασκάψειν Κυρβισσὸν μηδ’ ἑτέρω[ι] ἐπιτρέψειν κα[τὰ] | |
| [δύναμιν μη]δ’ ἐγκαταλίψειν μηθένα τῶν πολιτῶν τῶν ἐγ Κυρβισσῶ[ι] | |
| 5 | [κατοικούν]των· ὀμόσαι δὲ καὶ τοὺς ἐγ Κυρβισσῶι κατοικοῦντας [μὴ] |
| [ἐγκαταλείψ]ειν τὸν φρούραρχον τὸν ὑπὸ τοῦ δήμου ἀποστελλόμενον | |
| [καὶ διαφ]υλάξειν τὸ χωρίον τῇ πόλει· ἐὰν δέ τις μὴ ὀμόσηι, [ζημίαν ψη]- | |
| [φίσαι κα]τ’? αὐτοῦ τὸν δῆμον ὡς ἀδικοῦντος· ἀποδείκνυσθαι δὲ καὶ φ[ρού]- | |
| [ραρχο]ν εἰς Κυρβισσὸν μὴ νεώτερον τριήκοντα ἐτέων κατὰ τετρά[μη]- | |
| 10 | [νον ὧι] ἐστι τίμημα γῆς καὶ οἰκίας ἐλεύθερον τεσσέρων ταλάν- |
| [των· κατά]ρχειν δὲ τὸμ βουλόμενον τῶμ πολιτῶν ὀμνύντα ἐν τῆι ἐκκλη- | |
| [σίαι· ὁ] δὲ ὅρκος ἔστω· κατάρξω φρούραρχον εἰς Κυρβισσὸν ὅστις μο[ι] | |
| [ἂν δόξηι] ἄριστα καὶ δικαιότατα ἐπιμελέσε[σ]θαι τῆς φυλακῆς τοῦ χωρί- | |
| [ου] καὶ διαφυλάξειν τὸ χωρίον τῆι πόλει ναὶ μὰ τὸν Ἀπόλλ[ω ․․c.8․․․] | |
| 15 | [․1-2․] καί μοι εὐορκ[οῦν]τι [μ]ὲν εὖ [εἴη,] ἐπιορκοῦντι δὲ κακῶς· τὸν δὲ αὐτ[ὸν] |
| φρούραρχον μὴ ἀποδείκνυσθαι ἐφ’ ἔτη πέντε· ὅπως δ’ ἂν εἰδῶμεν τοὺς φρου- | |
| ραρχήσαντας καὶ [․․․․․․․․․․c.25․․․․․․․․․․․], ἀναγράψαι τοὺς | |
| τιμούχους εἰς [λ]εύκω[μα καὶ κα]τ[αθεῖναι] ἐς τὸ βουλευτήριον· φρ[ου]- | |
| ροὺς δ’ ἔχειν τὸ[μ] φρο[ύραρχον μ]ὴ ἐλάττους ἢ εἴκοσι τῶμ πολιτῶν καὶ | |
| 20 | κυνὰς τρεῖς· τοὺς δὲ κυνὰς [π]ριαμένην παραδοῦναι τῶι φρουράρχω[ι] |
| τὴμ πόλιν· τρέφειν [δὲ] τοὺς κυνὰς τὸμ [φ]ρούραρχον· ὃς δ’ ἂν παραλαβὼν | |
| τὸ χωρίον μὴ παραδῶ[ι τ]ῶι φρουράρχω[ι] τῶ[ι] ὑπὸ τῆς πόλεως ἀποσ[τελ]- | |
| λομένωι ἀεὶ καθ’ ἑκάστην τετράμη[νο]ν, φ[ε]ύγειν τε αὐτὸν ἀραιὸν | |
| ἐκ Τέω καὶ ἐξ Ἀβδήρων καὶ ἐκ τῆς χώρας καὶ τῆς Τηΐων καὶ τῆς Ἀβδηρ[ι]- | |
| 25 | τῶν καὶ τὰ ὄντα αὐτοῦ δη[μό]σια ε[ἶ]ναι, καὶ ὃς ἂν ἀποκτείνηι αὐτὸν μ[ὴ] |
| μιαρὸς ἔστω· ἐὰν δὲ μαχόμενος [ἀποθάνηι, ὑπάρχ]ε[ι]ν αὐτοῦ δημόσια τὰ ὄν- | |
| τα· τῶι δὲ καταρχθέντι φ[ρο]υρ[άρχωι μὴ ἔστω] ἀποσπᾶσθαι· διδόναι | |
| δὲ αὐτῶι τὸμ μισθὸν τὸν [ἐκ τῶν νόμων ἑκάστου τε]τραμήνου τοὺς ταμ[ίας ἐ]- | |
| πάναγκον ὅταν πορεύηται [εἰ]ς τὸ [χωρίον· μ]ισθὸν δὲ εἶναι τῶ[ι μὲν] | |
| 30 | φρουράρχωι τεσσέρας δραχμ[ὰς] ἀ[λεξ]ανδρε[ίας,] τῶν δὲ φρουρῶ[ν] |
| ἑκάστωι δραχμὴν ἀλε[ξ]ανδρ[είαν μίαν· ἐὰν δ]έ τις [ἀ]τάκτηι ἢ μὴ πε[ι]- | |
| [θ]άρχηι τοῦ φρουράρχο[υ,] ἐ[ξε]ῖναι [τῶι φρ]ουράρχω̣ι καὶ καταδεῖν κα[ὶ] | |
| ἀπόμισθον ποιῆσαι· ἐχέτω δὲ τῶν φρ[ου]ρῶν [ἕκα]στος ἀσπίδα κα[ὶ] | |
| δορὺ καὶ μάχαιραν καὶ περικεφαλα̣ίαν· [τὸν] δὲ φρούραρχον [καὶ] | |
| 35 | τοὺς φρουροὺς πρὶ[ν] ἀποστέλλ[ε]σθαι ὀ[μνύν]αι [ἐν] τῆι ἀγορᾶι |
| ἦ μὴν ἀποδώσειν καὶ δ[ι]αφυλάξειν τῆι π[όλει] τὸ χωρίον· ἐπομνύναι δ[ὲ] | |
| [τ]ὸν νόμιμον ὅρκον· ὁρκισάντων δὲ αὐτ[οὺς οἵ τε σ]τρατηγοὶ καὶ οἱ τιμ[οῦ]- | |
| [χ]οι· ὀμνύτωσαν δὲ καὶ ὅσοι Α[․]ΤΩΝ[․․․․․c.14․․․․․]ΙΟΝΤΙ ἀρεστ[․] | |
| [․]Σ[․] τῶν φρουρῶν τῶν ὑπαρχόντ[ων ․c.4․]ΛΥ[․c.8-10․․] ὡς? δὲ καὶ οἱ ἐν τ[ῆι] | |
| 40 | [πό]λει ὤμοσαν· παρέχεσθαι δὲ καὶ [—]ΡΑ[․․c.7․․]ΤΕ ἐν τῶι χωρίωι· τὸ[ν δὲ] |
| [ὅ]ρκον εἶναι τῶμ μὲν ἐ[ν] τῆ[ι] πόλει οἰκούντων τόνδε· οὐ κατασκάψω | |
| [Κυρ]βισσὸν οὐδ’ ἑτέρωι ἐπιτρέ[ψ]ω [κ]α[τ]ὰ δύναμιν τὴν ἐμὴν οὐδ’ ἐγ[κ]α- | |
| [ταλ]είψω τῶμ πολιτῶν τῶν ἐγ Κ[υρβισσῶι κ]ατοικούντων οὐθένα· ταῦ- | |
| [τα οὖ]ν ἀληθῆ ναὶ μὰ Δία κ[αὶ Ἥλιογ καὶ Ποσειδῶ κ]αὶ Ἀπόλλω καὶ Ἀθηνᾶ[ν] | |
| 45 | [καὶ θεο]ὺς πάντας καὶ πάσας καί [μ]ο[ι εὐ]ο[ρκ]οῦντι μὲν εὖ εἴη, ἐ[πι]- |
| [ορκοῦντι] δὲ κακῶς· τῶν δὲ ἐγ Κυρβ[ι]σσ[ῶι] κατοικούντων· οὐ[κ] | |
| [ἐγ]κα̣ταλί[ψω τ]ὸμ φρούραρχο[ν] τὸν ἐκ τῆς πόλεως ὑπὸ τοῦ δήμου ἀ- | |
| [ποστελ]λόμενον καὶ διαφυλάξω [τ]ὸ χω[ρί]ον τῆι πόλει καὶ ἂν [εἰδῶ] | |
| [τινα] ἐπιβουλεύοντα τῶι χωρίωι ἢ τῶι φρου[ρ]άρχωι δηλώσω τῆ[ι] | |
| 50 | [πόλει] καὶ τῶι φρουράρχ[ω]ι καὶ οὐκ [ἐπ]ιτρέψω κατὰ δύναμιν τὴν [ἐ]- |
| [μὴν] καὶ ὅ τι ἂν ὁ φρούραρχος παραγ[γε]ίληι ποιήσω ὅσα εἰς φυλ[ακ]ὴ[ν] | |
| [τοῦ χω]ρίου καὶ τῆς χώρας [ναὶ μὰ Δί]α καὶ Ἥλιογ καὶ Ποσειδῶ καὶ [Ἀ]- | |
| [πόλλω κ]αὶ Ἀθηνᾶν καὶ θεοὺς π[ά]ντας καὶ π[άσ]ας καί [μοι ε]ὐορκοῦ[ντι] | |
| [μὲν ε]ὖ εἴη, ἐπιορκοῦντι δὲ κακ[ῶ]ς· ὁρκισάτωσαν δὲ [ο]ἱ στρατη[γοὶ] | |
| 55 | [καὶ οἱ τι]μοῦχοι τοὺς πολίτας ἐν τῆι ἀγορᾶι ταύρωι καὶ κρίωι [καὶ κά]- |
| [πρωι· ὁρκί]σαι δὲ καὶ τοὺς ἐγ Κυρβισσῶι κατοικοῦντας [․․c.8․․․] | |
| [—]ΣΤΑ· τὰ δὲ ὅρκια παρασχέσθαι τοὺς ταμίας· τοὺ[ς] δὲ ὀμό- | |
| [σαντας τῶμ] πολιτῶν τῶν ἐγ Κυρβισσῶι ἀναγράψαι εἰς λεύκω[μα —] | |
| [․․․c.9․․․ κ]αὶ εἰς τὸ βουλευτήριον· ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα [τόδε] | |
| 60 | [τοὺς τιμούχ]ους εἰσ[τή]λας δύο καὶ ἀνα[θ]εῖναι τὴμ μὲ[ν μίαν ․c.4-5․] |
| [․․․c.10․․․]ν[․] ἐν τῇ ἀγορᾶι ’τὴν δὲ εἰς [τὸ ἱ]ερὸν τ[․․c.9-10․․] | |
| [․․․․․12․․․․․] |