Decree concerning friendship with Tyre; IIm: *BCH 1925,
305-8, no. 3 (PH); SEG 4, 601.
[ ]
BCH 1925, 305-8, no. 3
0 | {²Beginning lost}² |
[— δεδόχθαι] | |
[τῆι πόλει τῶν Τηΐων] ἀποκρίνασθαι [Τυρίοις οὖσιν οἰκείοις? καὶ] | |
φίλοις διότι ὁ δῆμος ὁ Τηΐων τῶν τε [πρεσβευτῶν διήκουσε με]- | |
τα πάσης προθυμίας καὶ ἀνανεῶται τ[ὴν φιλίαν? καὶ τὰ ἄλ]- | |
λα τὰ προϋπάρχοντα ταῖς πόλεσι πρὸς ἑ[αυτὰς φιλάνθρωπα· ἀπέ]- | |
5 | δειξεν δὲ καὶ τόπον πρὸς τὴν ἀνάθεσ[ιν τῆς στήλης ὡς ἐπιτη]- |
δειότατον, καθότι διὰ τῆς ἐπισ̣τολῆς [παρακαλοῦσι Τύριοι καὶ] | |
τὸ λοιπὸν πειράσεται τὴν αὐτὴν εὔνοιαν [διαφυλάσσων ἐς] | |
πάντα τὰ καλῶς ἔχοντα συνεπιδιδόναι ἑ[αυτὸν προθύμως, δια]- | |
τηρούντων καὶ Τυρίων τὴν προϋπάρχουσ[αν ταῖς πόλεσιν] | |
10 | πρὸς ἑαυτὰς ἐκ παλαιῶν χρόνων εὔνοιαν καὶ [φιλίαν· ἐπαινέ]- |
σαι δὲ καὶ τοὺς πρεσβευ{σ}τὰς {²⁶πρεσβευτὰς}²⁶ ἐπὶ τῶι πεποιῆ[σθαι τὴν ἐν]- | |
δημίαν καλὴν καὶ εὐσχήμονα καὶ ἀξίαν ἀμφο[τέρων τῶν] | |
πόλεων καὶ καλέσαι αὐτοὺς ἐπὶ ξενισμὸν ε[ἰς τὸ πρυτα]- | |
[ν]εῖον ἐπὶ τὴν κοινὴν τῆς πόλεως ἑστίαν· τοὺς [δὲ τα]- | |
15 | [μί]ας πέμψαι αὐτοῖς ξένια τὰ κατὰ τὸν νόμον ἐκ τ[ῆς] |
[διοικ]ήσεως. |