Decree concerning friendship with Tyre; IIm: *BCH 1925, 305-8, no. 3 (PH); SEG 4, 601.  
[ ] BCH 1925, 305-8, no. 3
0 {²Beginning lost}²
[— δεδόχθαι]
[τῆι πόλει τῶν Τηΐων] ἀποκρίνασθαι [Τυρίοις οὖσιν οἰκείοις? καὶ]
φίλοις διότι ὁ δῆμος ὁ Τηΐων τῶν τε [πρεσβευτῶν διήκουσε με]-
τα πάσης προθυμίας καὶ ἀνανεῶται τ[ὴν φιλίαν? καὶ τὰ ἄλ]-
λα τὰ προϋπάρχοντα ταῖς πόλεσι πρὸς ἑ[αυτὰς φιλάνθρωπα· ἀπέ]-
5 δειξεν δὲ καὶ τόπον πρὸς τὴν ἀνάθεσ[ιν τῆς στήλης ὡς ἐπιτη]-
δειότατον, καθότι διὰ τῆς ἐπισ̣τολῆς [παρακαλοῦσι Τύριοι καὶ]
τὸ λοιπὸν πειράσεται τὴν αὐτὴν εὔνοιαν [διαφυλάσσων ἐς]
πάντα τὰ καλῶς ἔχοντα συνεπιδιδόναι ἑ[αυτὸν προθύμως, δια]-
τηρούντων καὶ Τυρίων τὴν προϋπάρχουσ[αν ταῖς πόλεσιν]
10 πρὸς ἑαυτὰς ἐκ παλαιῶν χρόνων εὔνοιαν καὶ [φιλίαν· ἐπαινέ]-
σαι δὲ καὶ τοὺς πρεσβευ{σ}τὰς {²⁶πρεσβευτὰς}²⁶ ἐπὶ τῶι πεποιῆ[σθαι τὴν ἐν]-
δημίαν καλὴν καὶ εὐσχήμονα καὶ ἀξίαν ἀμφο[τέρων τῶν]
πόλεων καὶ καλέσαι αὐτοὺς ἐπὶ ξενισμὸν ε[ἰς τὸ πρυτα]-
[ν]εῖον ἐπὶ τὴν κοινὴν τῆς πόλεως ἑστίαν· τοὺς [δὲ τα]-
15 [μί]ας πέμψαι αὐτοῖς ξένια τὰ κατὰ τὸν νόμον ἐκ τ[ῆς]
[διοικ]ήσεως.
Search Help
Contact Us