Honorary decree of symmoria of Echinos for Naukrates
Klytou and others; II1; found at Teos: *Şahin, EA 5, 1985, 13-17
(PH); BE 1987:288.
[ ]
EA 5, 1985, 13-17
| 1 | ἐπὶ πρυτάνεως Ἰφικράτου μηνὸς Λευκαθεῶνος |
| εἰκάδι· ἔδοξεν τῆι Ἐχίνου συμμορίαι· ἐπειδὴ | |
| Ναυκράτης Κλύτου ὁ ἐξ Ἀγαθοκλείους, Διονυσικλῆς | |
| Διονυσίου, Πραξίδημος Διοδώρου, Σωτᾶς Ἀριστέου | |
| 5 | πρότερόν τε τὴν ἑαυτῶν σπουδὴν ἐνδεικνύ- |
| μενοι εἰς τὴν συμμορίαν διετέλουν ἀποδειχθέν- | |
| τες τε προστάται καὶ βουλόμενοι κατακολουθεῖν | |
| τῆι ἑαυτῶν προθέσει τάς τε νομιζομένας | |
| πατρίους θυσίας συνετέλεσαν τοῖς τε θεοῖς καὶ | |
| 10 | τοῖς εὐεργέταις καλῶς καὶ ἐπιφανῶς· υπεδέξαν- |
| το δὲ καὶ τὴν συμμορίαν φιλοτίμως καὶ ἐκτενῶς, | |
| εἰσενεγκάμενοι τὴν εἰς ταῦτα δαπάνην | |
| πᾶσαν ἐκ τοῦ ἰδίου, βουλόμενοι ἐν ἅπασι τούτοις | |
| ἀδάπανον τὴν συμμορίαν καθιστάνειν· ὅπως | |
| 15 | οὖν καὶ τὸ κοινὸν τῆς συμμορίας εὐχαρίστως |
| προσφερόμενον φαίνηται τοῖς καλοῖς καὶ ἀγα- | |
| θοῖς τῶν ἀνδρῶν· δεδόχθαι τῆι Ἐχίνου συμμο- | |
| ρίαι· ἐπαινέσαι Ναυκράτην Κλύτου τὸν ἐξ Ἀγαθο- | |
| κλείους, Διονυσικλῆν Διονυσίου, Πραξίδημον | |
| 20 | Διοδώρου, Σωτᾶν Ἀριστέου καὶ στεφανῶσαι |
| ἕκαστον αὐτῶν στεφάνωι θαλλοῦ ἀρετῆς | |
| ἕνεκεν καὶ φιλοδοξίας τῆις εἰς τὴν συμμορίαν· | |
| ἀναγγέλλεσθαι δὲ τοὺς στεφάνους καθ’ ἕκασ- | |
| τον ἔτος μετὰ τὰς σπονδάς, ὅταν ἡ ὑποδοχὴ | |
| 25 | γίνηται· τῆς δὲ ἀναγγελίας ἐπιμελεῖσθαι |
| τοὺς ἑκαάστοτε γινομένους προστάτας· | |
| ἀναγράψαι δὲ τὸ ψήφισμα τόδε καὶ τοὺς στεφά- | |
| νους εἰς στήλην λιθίνην καὶ στῆσαι παρὰ τὸν | |
| βωμὸν τῆις συμμορίας. ὅπως δὲ συντελεσθῇ τὰ ἐ- | |
| 30 | ψηφισμένα, ἀποδεῖξαι ἄνδρας, οἵτινες τὴν ἐπι- |
| μέλειαν αὐτῶν ποιήσονται· ἀπεδείχθησαν | |
| Ναυκράτης Κλύτου ὁ ἐξ Ἀγαθοκλείους, | |
| Διονυσικλῆς Διονυσίου. |