Honorary decree of Abdera for envoys from Teos supporting
Abdera in Rome; 166 BC: *BCH 1880, pp. 47-52; **Syll3 656 (l.20);
**Robert, BCH 59, 1935, 507-513 (= OM I 320-326) (ll. 18, 21, 24,
26-7, 47); SEG 19, 687; **Herrmann, ZPE 7, 1971, pp. 72-7 (ll.
12-4, 19-20, 22-3, 26, 30, 35, 37-9, 42-8).
[ ]
BCH 1880, 47-52
| 1 | vacat ὁ δῆμος ὁ Ἀβ[δηριτῶν vacat] |
| 1.2 | <⁶⁵Ἀμύμο>⁶⁵- |
| <⁶⁵να Ἐπι>⁶⁵- | |
| <⁶⁵κούρου.>⁶⁵ | |
| 5 | |
| 2.2 | <⁶⁵Μεγάθυ>⁶⁵- |
| <⁶⁵μον Ἀθη>⁶⁵- | |
| <⁶⁵ναίου.>⁶⁵ | |
| 5 | |
| vacat | |
| 5 | ἐπειδὴ χρείας τῶι δήμ[ωι γενο]μένης πρεσβείας εἰς |
| Ῥώμην ὑπὲρ τῆς πατρίο[υ χώρας] περὶ ἧς ἐπιδοὺς ἀξίω- | |
| μα βασιλεὺς Θρᾳκῶν Κότ[υς τῆι συ]γκλήτωι διά τε τοῦ υἱοῦ | |
| αὑτοῦ καὶ τῶν ἁμ’ ἐκείν[ωι ἐξ]αποσταλέντων ὑπ’ [αὐ]- | |
| τοῦ πρεσβευτῶν ᾐτεῖτ[ο τὴν π]άτριον ἡμῶν χώραν, | |
| 10 | αἱρεθέντες πρεσβευτα[ὶ ὑπὸ το]ῦ δήμου τοῦ Τηΐων Ἀμύ- |
| μων τε Ἐπικούρου καὶ Μ[εγάθυμ]ος Ἀθηναίου, ἄνδρες | |
| καλοὶ καὶ ἀγαθοὶ καὶ ἄξ[ιοι τῆς ἰδ]ίας πατρίδος καὶ εὖνοι | |
| τῶι ἡμετέρι δήμωι, οἵτ[ινες τὴ]ν πᾶσαν σπουδήν τε καὶ | |
| φιλοτιμίαν εἰσήνεγκαν, [προθ]υ̣μίας οὐδὲν ἐλλείπον- | |
| 15 | τες· ἔν τε γὰρ ταῖς συνεδ[ρίαις τ]αῖς γενομέναις ὑπὲρ τῆς |
| χώρας πᾶσαν ἐπίνοιαν π[αρέσχ]οντο χάριν τοῦ μηθὲν π[α]- | |
| ραλειφθῆναι τῶν δυναμ[ένων ἐπα]νορθῶσαι τὰ πράγματα, ἀ- | |
| ρίστην ἅμα καὶ σωτήριον [πραγμάτω]ν ἀπορουμένων ἀεὶ προ- | |
| τιθέντες γνώμην εἴς τε̣ [Ῥώμην καὶ π]ρεσβεύσαντες ὑπὲρ τοῦ | |
| 20 | δήμου ψυχικὴν ἅμα καὶ σω[ματικὴν] ὑπέμειναν κ[α]κοπαθίαν, |
| ἐντυγχάνοντες μὲν τοῖ[ς ἡγουμένοι]ς Ῥωμαίων καὶ ἐξομηρευ- | |
| όμενοι διὰ τῆς καθ’ ἡμέρα[ν καρ]τερήσεως, παραστησάμε- | |
| νοι δὲ τοὺς πάτρωνας τῆς [πόλ]εως εἰς τὴν ὑπὲρ τοῦ ἡμε- | |
| τέρου δήμου βοήθειάν τ[ινες τε προ]νοουμένους τοῦ ἀντιδίκου | |
| 25 | ἡμῶν καὶ προστατοῦντα[ς ἡμετέρ]ων? πραγμάτων παραθέσει, |
| ὥστε καὶ τῆς καθ’ ἡμέρα[ν γενομέν]ης? ἐφοδείας ἐπὶ τῶν ἀτρί- | |
| ων ἐφιλοποιοῦντο· περὶ δ[ὲ τούτων ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δή- | |
| μωι τῶι Ἀβδηριτῶν ἐπαιν[έσαι το]ὺς προγεγραμμένους ἄν- | |
| δρας καὶ καλεῖσθαι εἰς προ[εδρίαν κατ’] ἐνιαυτὸν Διονυσίων τῶι ἀ- | |
| 30 | γῶνι, ἕως ἂν ζῶσιν, καὶ σ[τεφανοῦσ]θαι χρυσῶι στεφάνωι ἐς ἀεί, |
| τὴν ἀναγγελίαν ποιουμέν[ου τοῦ] κήρυκος διότι ὁ δῆμος στε- | |
| φανοῖ χρυσῶι στεφάνωι Ἀ[μύμονα Ἐ]πικούρου Τήϊον ἀρετῆς ἕνε- | |
| κεν καὶ εὐνοίας τῆς εἰς ἑα[υτὸν, Μεγ]άθυμον Ἀθηναίου Τήϊον χρυ- | |
| σῶι στεφάνωι ἀρετῆς ἕνε[κεν καὶ εὐν]οίας τῆς εἰς ἑαυτόν· οἱ δὲ νο- | |
| 35 | μοφύλακες οἱ ἐπὶ ἱερέως ΗΡΑ[․․5․․ ἀν]αγραψάτωσαν τόδε τὸ ψήφισ- |
| μα εἰς στήλην λευκοῦ λίθ[ου καὶ ἀναθέ]τωσαν ἐν τῶι ἐπιφανεστά- | |
| τωι τόπωι τῆς ἀγορᾶς, ἵνα [δὲ Τήιοι γ]ινώσκ̣ωσιν τὴν τοῦ δήμου | |
| προθυμίαν, ἥν ἔχει πρὸς τ[οὺς καλοὺς] καὶ ἀγαθοὺς τῶν ἄνδρων, ἑ- | |
| <λ>έσθωσαν οἱ νομοφύλακ[ες πρεσβε]υτὰς δύο πρὸς Τηΐους, οἵτ[ιν]ες | |
| 40 | ἀποδημήσαντες εἰς Τέ[ων καὶ δό]ντες τόδε τὸ ψήφισμα παρακα- |
| λέσουσιν Τηΐους προσαγγ[εῖλαι ἐ]ψηφισμένας ὑπὸ τοῦ δήμου ἡ- | |
| μῶν τοῖς πολίταις αὐτῶν [τιμὰς καὶ σ]υγχωρῆσαι τοῖς πρεσβευταῖς [ἀνα]- | |
| στῆσαι στήλην λευκοῦ λίθ[ου ἐν τῶι ἐ]πιφανεστάτωι τόπωι, ἐν ἧι καὶ | |
| ἀναγραφήσεται τόδε τὸ ψή[φισμα· τὸ δ]ὲ γενόμενον ἀνάλωμα εἴς | |
| 45 | τε τὴν στήλην καὶ τὴν ἀναγ[ραφὴν] τοῦ ψηφίσματος ἀπογραψά- |
| μενοι τῆι πόλει, οἱ πρεσβε[υταὶ Τηΐου]ς? ἀμείβωνται κομισ̣ά̣[σ]θ̣ωσαν | |
| ἀπὸ τῆς τραπέζης, θεμέν[ων ἐφόδιον] τὸ διπλάσιον τῶν νομοφυλά- | |
| κων ἀπὸ τῶν εἰς τὰς πρεσβ[είας· τὸ δὲ] ψήφισμα τόδε εἶναι εἰς εὐχα- | |
| ριστίαν τοῦ δήμου· ε[․4․․]ν πρεσβευταὶ Ἡρακλεί- | |
| 50 | δης Ἀλκίφρονος, Ἀλκ[․․․ Δη]μητρίου. |