Honorary decree of symmoria; II: *CIG 3066; **Michel 1007
(ll. 24, 27); Guarducci, Fratria 25; BE 1987:288.
[ ]
CIG 3066
1 | ἔδοξεν τῶι κοινῶι τῆς Ἐχίνου συμμορίας· |
ἐπειδὴ Ἑλλάνικος Ζωΐλου, Σάτυρος Ἀρτεμιδώ- | |
ρου, Ἀγέλιππος Εὐφράνορος, Ἀθηνόδωρος | |
Δημητρίου, ἄνδρες ἀγαθοὶ καὶ [πρόθυ]μοί εἰ- | |
5 | σιν εἰς τὰ συμφέροντα τῆι συμμορίαι, προσ- |
τάται τε γενόμενοι τῆς Ἐχίνου συ[μμο]- | |
ρίας, τάς τε θυσίας πάσας συνετέλ[ε]- | |
σαν πρεπόντως καὶ κατὰ τὸν νόμον, | |
καὶ ἐν τοῖς ἄλλοις προέστησαν ἀξίως [τῆς] συμ- | |
10 | μορίας, οὐδεμίαν ἀνενέγκαντες τῶι κοινῶι δα- |
πάνην, ἀλλ’ ἐκ τῶν ἰδίων πάντα χορηγήσαντες ἀ- | |
φειδῶς ἐς τὰς θυσίας πάσας τὰς συντελουμένας | |
ὑπὸ τῆς Ἐχίνου συμμορίας τοῖς τε θεοῖς καὶ τοῖς εὐερ- | |
γέταις, καὶ τὴν ἄλλην δαψίλειαν ἐποιήσαντο τῶν | |
15 | εἰς τὴν ὑποδοχὴν ἀναλισκομένων ἀξίως τῆς τε |
συμμορίας καὶ ἑαυτῶν·vacat ἵνα οὖν καὶ ἡ Ἐχίνου συμμο- | |
ρία φαίνηται τοῖς καλοῖς καὶ ἀγαθοῖς τῶν ἀνδρῶν | |
ἀπονέμουσα τὰς κα<τ>αξίας χάριτας, δεδόχθαι | |
τῆι Ἐχίνου συμμορίαι ἐπαινέσαι Ἑλλάνικον Ζωΐλου, | |
20 | Σάτυρον Ἀρτεμιδώρου, Ἀγέλιππον Εὐφράνορος, |
Ἀθηνόδωρον Δημητρίου, καὶ στεφανῶσαι ἕκαστον | |
αὐτῶν στεφάνωι θαλλοῦ ἀρετῆς ἕνεκεν καὶ φιλοδο- | |
ξίας, ἧς ἔχοντες διατελοῦσιν εἰς τὸ κοινὸν τῆς συμ- | |
μορίας, καὶ ἀναγγεῖλαι αὐτὸν τὸν στέφανον τοῖς | |
25 | Λευκαθέοις μετὰ τὰς σπονδάς, ἐν ἧι ἂγ γίνηται ἡμέ- |
ραι ἡ συμμορία· τῆς δὲ ἀναγγελίας ἐπιμελεῖσθαι τοὺς | |
καθ’ ἕκαστον ἔτος τιμωμένους προστάτας. ἵνα δὲ καὶ | |
μνημονεύηται αὐτῶν εἰς ἅπαντα τὸν χρόνον ἡ φ<ιλ>ο- | |
τιμία, καὶ ζηλῶσιν αὐτοὺς οἱ ἐπιγινόμενοι Ἐχιναδῶν, | |
30 | ἀναγράψαι τοὺς ἀποδειχθησομένους ἄνδρας τοῦ[το] |
τὸ ψήφισμα εἰς στήλην λιθίνην, καὶ τοὺς στεφάνους, | |
καὶ στῆσαι παρὰ τὸμ βωμὸν τῆς συμμορίας. βουλ[ό]- | |
μενοι δὲ καὶ ἐν τούτοις ἀκόλουθοι φαίνεσθαι καὶ ἀ[δ]ά- | |
πανον καταστῆσαι τὸ κοινόν, τὴν εἰς ταῦτα δα[πάνην] | |
35 | ἐσομένην ἐκ τῶν ἰδίων ἀνεδέξαντο ποιήσειν. |
ἀπεδείχθησαν Ἑλλάνικος Ζωΐλου, Σά[τυρος] | |
Ἀρτεμιδώρου. vacat |