Honorary decree(s?) for Antiochos III and Laodike and giving citizenship to Antioch, Seleukeia, and Laodikeia; c. 204/203 BC: *Anadolu 1965, pp. 33-6 (PH); **Oliver, GRBS 9, 1968, p. 321 (l. 29); **Merkelbach, ZPE 3, 1968, p. 173 (l. 38).  
[ ] Anadolu 1965, 33-36
1 Τιμού[χων καὶ στρατηγῶν γνώμη· ἐπειδὴ βασιλεὺς]
Ἀντίοχ[ος —]
․ι̣στη[—]
[․․․9-10․․․ π]ρ̣οαίρεσιν̣ κ[αὶ δια]φ[υ]λ̣άσσω[ν ․4․․]ΑΡΑΠ̣[․․․]
5 [․․․9-10․․․]ν̣ ἑαυτῶι διὰ προ[γόνω]ν ὑπάρχουσα[ν εὔ]ν̣οιαν κα̣[ὶ]
[․․8-9․․․]․τασθαι προαιρούμενος πολαπλασ[ι․]ν, κοινὸς [εὐ]-
[ἐργέτης πρ]οείρηται γίνεσθαι τῶν τε ἄλλων Ἑλληνίδωμ [πό]-
[λεων καὶ τ]ῆς πόλεως τῆς ἡμετέρας, καὶ πρότερόν τε ὑπάρ-
[χων] ἐν τῇ ἐπέκεινα τοῦ Ταύρου πολλῶν ἀγαθῶν ἐγίνετο παραί-
10 τιος ἡμῖ[ν] καὶ παραγενόμενος ἐπὶ τοὺς καθ’ ἡμᾶς τόπους ἀπο-
κατέστη̣σε τὰ πράγματα εἰς συμφέρουσαν κατάστασιν καὶ ἐ-
πιδημήσας ἐν τῇ πόλει ἡμῶν καὶ θεωρῶν ἐξησθενηκότας
ἡμᾶς κα[ὶ] ἐν τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις διά τε τοὺς συνεχεῖς
πολέμου[ς] καὶ τὸ μέγεθος ὧν ἐφέρομεν συντάξεων καὶ βουλόμενος
15 τά τε πρὸς τὸν θεὸν εὐσεβῶς διακεῖσθαι ὧι καθιέρωσεν ἡμῶν τὴν πόλιν
καὶ τὴν χώραν <καὶ> θέλων χαρίζεσθαι τῶι τε δήμωι καὶ τῶι κοινῶι τῶν
περὶ τὸν Δ̣ι̣όνυσον τεχνιτῶν παρελθὼν εἰς τὴν ἐκκλησίαν αὐτὸς
ἀνῆκε τὴ[ν] πόλιν καὶ τὴγ χώραν ἡμῶν ἱερὰν καὶ ἄσυλον καὶ ἀφορολό-
γη̣τ̣ον κ[αὶ] τῶν ἄλλων ὧν ἐφέρομεν συντάξεων βασιλεῖ Ἀττά-
20 λωι ὑπεδέξατο ἀπολυθήσεσθαι ἡμᾶς δι’ αὐτοῦ, ἵνα γενομένης ἐ-
παυξήσ[ε]ως τῶν κατὰ τὴν πόλιν μὴ μόνον εὐεργεσίας λάβῃ τὴν
ἐπιγραφ[ὴ]ν τῆς τοῦ δήμου, ἀλλὰ καὶ σωτηρίας· ἐπεδήμησε δὲ καὶ
ἐν τῇ πόλει μετά τε τῶμ φίλων καὶ τῶν ἀκολουθουσῶν αὐτῶι δυνά-
μεων ἀπόδιξεν ποιούμενος μεγίστην τῆς προϋπαρχούσης αὐτῶι πίσ-
25 τεως πρὸς ἄπαντας ἀνθρώπους, καὶ μετὰ ταῦτα πολλῶν ἀγαθῶν πα-
<ρ>αίτιος δ[ι]ατελεῖ γινόμενος ἡμῖν παράδειγμα πᾶσιν ἐκτιθεὶς τοῖς Ἕλλη[σι]ν ὃν
τρόπον προσφέρεται πρὸς τοὺς εὐεργέτας καὶ εὔνους ὑπάρχοντας αὐτῶι, κα[ὶ τ]
μὲν συ[ν]τελεῖ τῶν ἀγαθῶν δι’ ὧν εἰς εὐδαιμονίαν παραγίνεθ’ ἡ πόλις ἡμ̣[ῶ]ν,
τὰ δ’ ἐ[πι]τελέσει· ἐπιστείλας δὲ πρὸς τὸν δῆμον ὑπέλαβε δεῖν πέμψει [πρὸ]ς̣
30 [αὐτὸν π]ρεσβείαν ἣ συνλαλήσει περὶ ὧν ἔφη πεπεῖσθαι καὶ τῶι δήμ[ωι] συμ-
[φέρειν,] κ̣αὶ τοῦ δήμου πρεσβευτὰς ἐξαποστίλαντος Διονύσιον Ἀπολλο-
[․․5․․], Ἑρμαγόραν Ἐπιμένου, Θεόδωρον Ζωπύρου ἐνεφάνισε τούτοις
[ὅτι πα]ραλέλυκε τὴμ πόλιν εἰς ἀεὶ καθότι ἐπηγίλατο ὧν συνετάξα-
[μεν φ]όρων βασιλεῖ Ἀττάλωι· ὑπὲρ ὧν καὶ γράψας ἔφη ἐντετάχθαι τοῖς
35 [πρεσβευταῖ]ς ἀναγγέλλειν ἡμεῖν καὶ οἱ πρεσβευταὶ ἀνήγγ[․]λαν ταῦ-
[τα τῶι δήμ]ωι· κατὰ ταὐτὰ δὲ καὶ ἡ ἀδελφὴ αὐτοῦ βασίλισσα Λαοδίκη ἐν
[ἅπασι καιρ]οῖς τὴν αὐτὴν ἔχουσα γνώμην διατελεῖ τῶι βασιλεῖ καὶ
[ἀδελφῶι κ]α̣ὶ ἐν τοῖς πρὸς τὴμ πόλιν φιλανθρώποις ἐκτενῆ καὶ πρό-
[θυ]μ̣ον ἑ[αυτ]ὴν παρέχεται πρὸς τὰς εὐεργεσίας, καὶ τὰ μέγιστα
40 [τῶ]ν ἀγα[θῶ]ν ὁ δῆμος εἴληφε παρ’ ἀμφοτέρων· ἵνα οὖν καὶ ἡμῖς ἐμ
[πα]ντὶ κα[ιρῶ]ι φαινώμεθα χάριτας ἀξίας ἀποδιδόντες τῶι τε βασι-
[λε]ῖ καὶ τῇ [βα]σιλίσσῃ καὶ ὑπερτιθέμενοι ἡαυτοὺς ἐν ταῖς τ[ιμ]αῖς ταῖς πρὸς
[τ]ούτους κα[τὰ] τὰς εὐεργεσίας καὶ φανερὸς ᾖ πᾶσιν ὁ δῆ[μος] εὐπορίσ-
τως διακίμε[ν]ος πρὸς χάριτος ἀπόδοσιν· τύχῃ ἀγαθῇ· π̣[α]ρ̣αστῆσαι
45 TW=I A)GA/LMAT[I] T?OU= *DIONU/SOU A)GA/LMATA MARMA/RINA W(S KA/LLIST[A KAI\ I(E]-
ροπρεπέστατ[α] τοῦ τε βασιλέως Ἀντιόχου καὶ τῆς ἀδελφῆς αὐ[τ]οῦ [βα]-
σιλίσσης Λαο̣[δί]κης, ὅπως ἀφέντες τὴμ πόλιν καὶ τὴν χώραν ἱερὰν
καὶ ἄσυλον καὶ [π]αραλύσαντες ἡμᾶς τῶμ φόρων καὶ χαρισ[ά]μενοι ταῦ-
τα τῶι τε δήμ̣[ω]ι καὶ τῶι κοινῶι τῶμ περὶ τὸν Διόνυσον τ̣ε̣χνιτῶν πα-
50 ρὰ πάντων τ[ὰς] τιμὰς κομίζωνται κατὰ τὸ δ̣[υνατὸν] κ̣[α]ὶ ναοῦ καὶ τῶν
ἄλλων με[τέχ]οντες τῶι Διονύσωι κοιν[οὶ σωτῆρε]ς ὑπάρχωσι τῆς
[πό]λε[ως ἡ]μ̣ῶν καὶ κοινῇ διδῶσιν ἡ[μῖν ἀγ]αθά· ἵνα δὲ καὶ τὰ
[ἐψ]ηφισ[μένα συν]τελῆται ἀποδεῖξαι ἐπισ[τάτας δ]ύο ἐξ ἁπάντων
[τῶμ] π̣ο[λιτῶν οἵτιν]ες ἐπιμελήσονται τ[ῆς τε κα]τασκευῆς τῶν ἀγαλ-
55 [μάτ]ω[ν καὶ τῆς ἀν]αθέσεως· τὸ δὲ ἀργ[ύριον τὸ] εἰς ταύτα διδόναι
Search Help