Honorary decree(s?) for Antiochos III and Laodike and
giving citizenship to Antioch, Seleukeia, and Laodikeia; c.
204/203 BC: *Anadolu 1965, pp. 33-6 (PH); **Oliver, GRBS 9, 1968,
p. 321 (l. 29); **Merkelbach, ZPE 3, 1968, p. 173 (l. 38).
[ ]
Anadolu 1965, 33-36
| 1 | Τιμού[χων καὶ στρατηγῶν γνώμη· ἐπειδὴ βασιλεὺς] |
| Ἀντίοχ[ος —] | |
| ․ι̣στη[—] | |
| [․․․9-10․․․ π]ρ̣οαίρεσιν̣ κ[αὶ δια]φ[υ]λ̣άσσω[ν ․4․․]ΑΡΑΠ̣[․․․] | |
| 5 | [․․․9-10․․․]ν̣ ἑαυτῶι διὰ προ[γόνω]ν ὑπάρχουσα[ν εὔ]ν̣οιαν κα̣[ὶ] |
| [․․8-9․․․]․τασθαι προαιρούμενος πολαπλασ[ι․]ν, κοινὸς [εὐ]- | |
| [ἐργέτης πρ]οείρηται γίνεσθαι τῶν τε ἄλλων Ἑλληνίδωμ [πό]- | |
| [λεων καὶ τ]ῆς πόλεως τῆς ἡμετέρας, καὶ πρότερόν τε ὑπάρ- | |
| [χων] ἐν τῇ ἐπέκεινα τοῦ Ταύρου πολλῶν ἀγαθῶν ἐγίνετο παραί- | |
| 10 | τιος ἡμῖ[ν] καὶ παραγενόμενος ἐπὶ τοὺς καθ’ ἡμᾶς τόπους ἀπο- |
| κατέστη̣σε τὰ πράγματα εἰς συμφέρουσαν κατάστασιν καὶ ἐ- | |
| πιδημήσας ἐν τῇ πόλει ἡμῶν καὶ θεωρῶν ἐξησθενηκότας | |
| ἡμᾶς κα[ὶ] ἐν τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις διά τε τοὺς συνεχεῖς | |
| πολέμου[ς] καὶ τὸ μέγεθος ὧν ἐφέρομεν συντάξεων καὶ βουλόμενος | |
| 15 | τά τε πρὸς τὸν θεὸν εὐσεβῶς διακεῖσθαι ὧι καθιέρωσεν ἡμῶν τὴν πόλιν |
| καὶ τὴν χώραν <καὶ> θέλων χαρίζεσθαι τῶι τε δήμωι καὶ τῶι κοινῶι τῶν | |
| περὶ τὸν Δ̣ι̣όνυσον τεχνιτῶν παρελθὼν εἰς τὴν ἐκκλησίαν αὐτὸς | |
| ἀνῆκε τὴ[ν] πόλιν καὶ τὴγ χώραν ἡμῶν ἱερὰν καὶ ἄσυλον καὶ ἀφορολό- | |
| γη̣τ̣ον κ[αὶ] τῶν ἄλλων ὧν ἐφέρομεν συντάξεων βασιλεῖ Ἀττά- | |
| 20 | λωι ὑπεδέξατο ἀπολυθήσεσθαι ἡμᾶς δι’ αὐτοῦ, ἵνα γενομένης ἐ- |
| παυξήσ[ε]ως τῶν κατὰ τὴν πόλιν μὴ μόνον εὐεργεσίας λάβῃ τὴν | |
| ἐπιγραφ[ὴ]ν τῆς τοῦ δήμου, ἀλλὰ καὶ σωτηρίας· ἐπεδήμησε δὲ καὶ | |
| ἐν τῇ πόλει μετά τε τῶμ φίλων καὶ τῶν ἀκολουθουσῶν αὐτῶι δυνά- | |
| μεων ἀπόδιξεν ποιούμενος μεγίστην τῆς προϋπαρχούσης αὐτῶι πίσ- | |
| 25 | τεως πρὸς ἄπαντας ἀνθρώπους, καὶ μετὰ ταῦτα πολλῶν ἀγαθῶν πα- |
| <ρ>αίτιος δ[ι]ατελεῖ γινόμενος ἡμῖν παράδειγμα πᾶσιν ἐκτιθεὶς τοῖς Ἕλλη[σι]ν ὃν | |
| τρόπον προσφέρεται πρὸς τοὺς εὐεργέτας καὶ εὔνους ὑπάρχοντας αὐτῶι, κα[ὶ τ]ὰ | |
| μὲν συ[ν]τελεῖ τῶν ἀγαθῶν δι’ ὧν εἰς εὐδαιμονίαν παραγίνεθ’ ἡ πόλις ἡμ̣[ῶ]ν, | |
| τὰ δ’ ἐ[πι]τελέσει· ἐπιστείλας δὲ πρὸς τὸν δῆμον ὑπέλαβε δεῖν πέμψει [πρὸ]ς̣ | |
| 30 | [αὐτὸν π]ρεσβείαν ἣ συνλαλήσει περὶ ὧν ἔφη πεπεῖσθαι καὶ τῶι δήμ[ωι] συμ- |
| [φέρειν,] κ̣αὶ τοῦ δήμου πρεσβευτὰς ἐξαποστίλαντος Διονύσιον Ἀπολλο- | |
| [․․5․․], Ἑρμαγόραν Ἐπιμένου, Θεόδωρον Ζωπύρου ἐνεφάνισε τούτοις | |
| [ὅτι πα]ραλέλυκε τὴμ πόλιν εἰς ἀεὶ καθότι ἐπηγίλατο ὧν συνετάξα- | |
| [μεν φ]όρων βασιλεῖ Ἀττάλωι· ὑπὲρ ὧν καὶ γράψας ἔφη ἐντετάχθαι τοῖς | |
| 35 | [πρεσβευταῖ]ς ἀναγγέλλειν ἡμεῖν καὶ οἱ πρεσβευταὶ ἀνήγγ[․]λαν ταῦ- |
| [τα τῶι δήμ]ωι· κατὰ ταὐτὰ δὲ καὶ ἡ ἀδελφὴ αὐτοῦ βασίλισσα Λαοδίκη ἐν | |
| [ἅπασι καιρ]οῖς τὴν αὐτὴν ἔχουσα γνώμην διατελεῖ τῶι βασιλεῖ καὶ | |
| [ἀδελφῶι κ]α̣ὶ ἐν τοῖς πρὸς τὴμ πόλιν φιλανθρώποις ἐκτενῆ καὶ πρό- | |
| [θυ]μ̣ον ἑ[αυτ]ὴν παρέχεται πρὸς τὰς εὐεργεσίας, καὶ τὰ μέγιστα | |
| 40 | [τῶ]ν ἀγα[θῶ]ν ὁ δῆμος εἴληφε παρ’ ἀμφοτέρων· ἵνα οὖν καὶ ἡμῖς ἐμ |
| [πα]ντὶ κα[ιρῶ]ι φαινώμεθα χάριτας ἀξίας ἀποδιδόντες τῶι τε βασι- | |
| [λε]ῖ καὶ τῇ [βα]σιλίσσῃ καὶ ὑπερτιθέμενοι ἡαυτοὺς ἐν ταῖς τ[ιμ]αῖς ταῖς πρὸς | |
| [τ]ούτους κα[τὰ] τὰς εὐεργεσίας καὶ φανερὸς ᾖ πᾶσιν ὁ δῆ[μος] εὐπορίσ- | |
| τως διακίμε[ν]ος πρὸς χάριτος ἀπόδοσιν· τύχῃ ἀγαθῇ· π̣[α]ρ̣αστῆσαι | |
| 45 | τῶι ἀγάλματ[ι] τ̣οῦ Διονύσου ἀγάλματα μαρμάρινα ὡς κάλλιστ[α καὶ ἱε]- |
| ροπρεπέστατ[α] τοῦ τε βασιλέως Ἀντιόχου καὶ τῆς ἀδελφῆς αὐ[τ]οῦ [βα]- | |
| σιλίσσης Λαο̣[δί]κης, ὅπως ἀφέντες τὴμ πόλιν καὶ τὴν χώραν ἱερὰν | |
| καὶ ἄσυλον καὶ [π]αραλύσαντες ἡμᾶς τῶμ φόρων καὶ χαρισ[ά]μενοι ταῦ- | |
| τα τῶι τε δήμ̣[ω]ι καὶ τῶι κοινῶι τῶμ περὶ τὸν Διόνυσον τ̣ε̣χνιτῶν πα- | |
| 50 | ρὰ πάντων τ[ὰς] τιμὰς κομίζωνται κατὰ τὸ δ̣[υνατὸν] κ̣[α]ὶ ναοῦ καὶ τῶν |
| ἄλλων με[τέχ]οντες τῶι Διονύσωι κοιν[οὶ σωτῆρε]ς ὑπάρχωσι τῆς | |
| [πό]λε[ως ἡ]μ̣ῶν καὶ κοινῇ διδῶσιν ἡ[μῖν ἀγ]αθά· ἵνα δὲ καὶ τὰ | |
| [ἐψ]ηφισ[μένα συν]τελῆται ἀποδεῖξαι ἐπισ[τάτας δ]ύο ἐξ ἁπάντων | |
| [τῶμ] π̣ο[λιτῶν οἵτιν]ες ἐπιμελήσονται τ[ῆς τε κα]τασκευῆς τῶν ἀγαλ- | |
| 55 | [μάτ]ω[ν καὶ τῆς ἀν]αθέσεως· τὸ δὲ ἀργ[ύριον τὸ] εἰς ταύτα διδόναι |