Honorary decree(s?) for Antiochos III and Laodike and
giving citizenship to Antioch, Seleukeia, and Laodikeia; c.
204/203 BC: *Anadolu 1965, pp. 33-6 (PH); **Oliver, GRBS 9, 1968,
p. 321 (l. 29); **Merkelbach, ZPE 3, 1968, p. 173 (l. 38).
[ ]
Anadolu 1965, 33-36
1 | Τιμού[χων καὶ στρατηγῶν γνώμη· ἐπειδὴ βασιλεὺς] |
Ἀντίοχ[ος —] | |
․ι̣στη[—] | |
[․․․9-10․․․ π]ρ̣οαίρεσιν̣ κ[αὶ δια]φ[υ]λ̣άσσω[ν ․4․․]ΑΡΑΠ̣[․․․] | |
5 | [․․․9-10․․․]ν̣ ἑαυτῶι διὰ προ[γόνω]ν ὑπάρχουσα[ν εὔ]ν̣οιαν κα̣[ὶ] |
[․․8-9․․․]․τασθαι προαιρούμενος πολαπλασ[ι․]ν, κοινὸς [εὐ]- | |
[ἐργέτης πρ]οείρηται γίνεσθαι τῶν τε ἄλλων Ἑλληνίδωμ [πό]- | |
[λεων καὶ τ]ῆς πόλεως τῆς ἡμετέρας, καὶ πρότερόν τε ὑπάρ- | |
[χων] ἐν τῇ ἐπέκεινα τοῦ Ταύρου πολλῶν ἀγαθῶν ἐγίνετο παραί- | |
10 | τιος ἡμῖ[ν] καὶ παραγενόμενος ἐπὶ τοὺς καθ’ ἡμᾶς τόπους ἀπο- |
κατέστη̣σε τὰ πράγματα εἰς συμφέρουσαν κατάστασιν καὶ ἐ- | |
πιδημήσας ἐν τῇ πόλει ἡμῶν καὶ θεωρῶν ἐξησθενηκότας | |
ἡμᾶς κα[ὶ] ἐν τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις διά τε τοὺς συνεχεῖς | |
πολέμου[ς] καὶ τὸ μέγεθος ὧν ἐφέρομεν συντάξεων καὶ βουλόμενος | |
15 | τά τε πρὸς τὸν θεὸν εὐσεβῶς διακεῖσθαι ὧι καθιέρωσεν ἡμῶν τὴν πόλιν |
καὶ τὴν χώραν <καὶ> θέλων χαρίζεσθαι τῶι τε δήμωι καὶ τῶι κοινῶι τῶν | |
περὶ τὸν Δ̣ι̣όνυσον τεχνιτῶν παρελθὼν εἰς τὴν ἐκκλησίαν αὐτὸς | |
ἀνῆκε τὴ[ν] πόλιν καὶ τὴγ χώραν ἡμῶν ἱερὰν καὶ ἄσυλον καὶ ἀφορολό- | |
γη̣τ̣ον κ[αὶ] τῶν ἄλλων ὧν ἐφέρομεν συντάξεων βασιλεῖ Ἀττά- | |
20 | λωι ὑπεδέξατο ἀπολυθήσεσθαι ἡμᾶς δι’ αὐτοῦ, ἵνα γενομένης ἐ- |
παυξήσ[ε]ως τῶν κατὰ τὴν πόλιν μὴ μόνον εὐεργεσίας λάβῃ τὴν | |
ἐπιγραφ[ὴ]ν τῆς τοῦ δήμου, ἀλλὰ καὶ σωτηρίας· ἐπεδήμησε δὲ καὶ | |
ἐν τῇ πόλει μετά τε τῶμ φίλων καὶ τῶν ἀκολουθουσῶν αὐτῶι δυνά- | |
μεων ἀπόδιξεν ποιούμενος μεγίστην τῆς προϋπαρχούσης αὐτῶι πίσ- | |
25 | τεως πρὸς ἄπαντας ἀνθρώπους, καὶ μετὰ ταῦτα πολλῶν ἀγαθῶν πα- |
<ρ>αίτιος δ[ι]ατελεῖ γινόμενος ἡμῖν παράδειγμα πᾶσιν ἐκτιθεὶς τοῖς Ἕλλη[σι]ν ὃν | |
τρόπον προσφέρεται πρὸς τοὺς εὐεργέτας καὶ εὔνους ὑπάρχοντας αὐτῶι, κα[ὶ τ]ὰ | |
μὲν συ[ν]τελεῖ τῶν ἀγαθῶν δι’ ὧν εἰς εὐδαιμονίαν παραγίνεθ’ ἡ πόλις ἡμ̣[ῶ]ν, | |
τὰ δ’ ἐ[πι]τελέσει· ἐπιστείλας δὲ πρὸς τὸν δῆμον ὑπέλαβε δεῖν πέμψει [πρὸ]ς̣ | |
30 | [αὐτὸν π]ρεσβείαν ἣ συνλαλήσει περὶ ὧν ἔφη πεπεῖσθαι καὶ τῶι δήμ[ωι] συμ- |
[φέρειν,] κ̣αὶ τοῦ δήμου πρεσβευτὰς ἐξαποστίλαντος Διονύσιον Ἀπολλο- | |
[․․5․․], Ἑρμαγόραν Ἐπιμένου, Θεόδωρον Ζωπύρου ἐνεφάνισε τούτοις | |
[ὅτι πα]ραλέλυκε τὴμ πόλιν εἰς ἀεὶ καθότι ἐπηγίλατο ὧν συνετάξα- | |
[μεν φ]όρων βασιλεῖ Ἀττάλωι· ὑπὲρ ὧν καὶ γράψας ἔφη ἐντετάχθαι τοῖς | |
35 | [πρεσβευταῖ]ς ἀναγγέλλειν ἡμεῖν καὶ οἱ πρεσβευταὶ ἀνήγγ[․]λαν ταῦ- |
[τα τῶι δήμ]ωι· κατὰ ταὐτὰ δὲ καὶ ἡ ἀδελφὴ αὐτοῦ βασίλισσα Λαοδίκη ἐν | |
[ἅπασι καιρ]οῖς τὴν αὐτὴν ἔχουσα γνώμην διατελεῖ τῶι βασιλεῖ καὶ | |
[ἀδελφῶι κ]α̣ὶ ἐν τοῖς πρὸς τὴμ πόλιν φιλανθρώποις ἐκτενῆ καὶ πρό- | |
[θυ]μ̣ον ἑ[αυτ]ὴν παρέχεται πρὸς τὰς εὐεργεσίας, καὶ τὰ μέγιστα | |
40 | [τῶ]ν ἀγα[θῶ]ν ὁ δῆμος εἴληφε παρ’ ἀμφοτέρων· ἵνα οὖν καὶ ἡμῖς ἐμ |
[πα]ντὶ κα[ιρῶ]ι φαινώμεθα χάριτας ἀξίας ἀποδιδόντες τῶι τε βασι- | |
[λε]ῖ καὶ τῇ [βα]σιλίσσῃ καὶ ὑπερτιθέμενοι ἡαυτοὺς ἐν ταῖς τ[ιμ]αῖς ταῖς πρὸς | |
[τ]ούτους κα[τὰ] τὰς εὐεργεσίας καὶ φανερὸς ᾖ πᾶσιν ὁ δῆ[μος] εὐπορίσ- | |
τως διακίμε[ν]ος πρὸς χάριτος ἀπόδοσιν· τύχῃ ἀγαθῇ· π̣[α]ρ̣αστῆσαι | |
45 | τῶι ἀγάλματ[ι] τ̣οῦ Διονύσου ἀγάλματα μαρμάρινα ὡς κάλλιστ[α καὶ ἱε]- |
ροπρεπέστατ[α] τοῦ τε βασιλέως Ἀντιόχου καὶ τῆς ἀδελφῆς αὐ[τ]οῦ [βα]- | |
σιλίσσης Λαο̣[δί]κης, ὅπως ἀφέντες τὴμ πόλιν καὶ τὴν χώραν ἱερὰν | |
καὶ ἄσυλον καὶ [π]αραλύσαντες ἡμᾶς τῶμ φόρων καὶ χαρισ[ά]μενοι ταῦ- | |
τα τῶι τε δήμ̣[ω]ι καὶ τῶι κοινῶι τῶμ περὶ τὸν Διόνυσον τ̣ε̣χνιτῶν πα- | |
50 | ρὰ πάντων τ[ὰς] τιμὰς κομίζωνται κατὰ τὸ δ̣[υνατὸν] κ̣[α]ὶ ναοῦ καὶ τῶν |
ἄλλων με[τέχ]οντες τῶι Διονύσωι κοιν[οὶ σωτῆρε]ς ὑπάρχωσι τῆς | |
[πό]λε[ως ἡ]μ̣ῶν καὶ κοινῇ διδῶσιν ἡ[μῖν ἀγ]αθά· ἵνα δὲ καὶ τὰ | |
[ἐψ]ηφισ[μένα συν]τελῆται ἀποδεῖξαι ἐπισ[τάτας δ]ύο ἐξ ἁπάντων | |
[τῶμ] π̣ο[λιτῶν οἵτιν]ες ἐπιμελήσονται τ[ῆς τε κα]τασκευῆς τῶν ἀγαλ- | |
55 | [μάτ]ω[ν καὶ τῆς ἀν]αθέσεως· τὸ δὲ ἀργ[ύριον τὸ] εἰς ταύτα διδόναι |