Honorary decree of Attalistai; IIm: *CIG 3069; **Wilhelm,
JÖAI 4, 1901, Beibl. p. 22 (l. 9).
[ ]
CIG 3069
1 | vacat ψήφισμα Ἀτταλιστῶν. vacat |
γνώμη τοῦ κοινοῦ τῶν Ἀτταλιστῶν· ἐπειδὴ ὁ <ἱ>ε<ρευ>ς | |
τῆς συνόδου Κράτων Ζωτίχου ἔν τε τῶι ζῆν | |
πολλὰς καὶ μεγάλας ἀποδείξεις ἐποιεῖτο τῆς πρὸς | |
5 | τοὺςἈτταλιστὰς εὐνοίας καὶ κατ’ ἰδίαν ὑπὲρ ἑκάσ- |
του καὶ κατὰ κοινὸν τῶν ὑφ’ ἑαυτοῦ συνηγμένων καὶ κει- | |
μένων, τὴν πλείστην ποιούμενος πρόνοιαν, σπου- | |
δῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, καὶ πολλὰ μὲ{ι}ν {²⁶μὲν}²⁶ | |
[ἀγαθ]ὰ καὶ φιλάνθρωπα τῆι συνόδωι παρὰ τῶν βασιλέων | |
10 | ἐποίησεν, ἀποδεχομένων αὐτῶν τήν τε ἐκείνου |
ἅπαντα τρόπον πρὸς ἑαυτοὺς εὔνοιαν καὶ τὴν ἡμετ- | |
έραν αἵρεσιν καὶ συναγωγὴν ἀξίαν οὖσαν τῆς ἑαυτ- | |
ῶν ἐπωνυμίας, οὐκ ὀλ<ίγα> δὲ καὶ τῶν ἰδίων ἐπιδιδοὺς καὶ | |
χορηγῶν διετέλει, βουλόμενός τε τοῖς προϋπηργμένο- | |
15 | ις ἀκόλουθα πράσσειν καὶ μεταλλάσσων τὸν βίον ἐν Πε- |
ργάμωι, προενοήθη τῆς συνόδου, καὶ γράψας ἐπιστολὴν | |
πρὸς τοὺς Ἀτταλιστὰς καὶ νόμον ἱερὸν ἀπολιπών, | |
ὃν ἐξαπέστειλεν ἡμῖν βασιλεὺς Ἄτταλος, ἐπισημο- | |
τέραν ἐποίησεν τὴν ὑπάρχουσαν ἐς τὴν σύνοδον εὔνοια- | |
20 | ν, δι’ ὃν τό τε Ἀττάλειον τὸ πρὸς τῶι θεάτρωι, ὃ καὶ |
ζῶν καθιερώκει τοῖς Ἀτταλισταῖς, ἀνατίθησιν καὶ τὴν συν- | |
οικίαν τὴν πρὸς τῶι βασιλείωι τὴν πρότερον οὖσαν Μικ- | |
ρ<ί>ου, ἀνατίθησιν δὲ καὶ καθιεροῖ τῆι συνόδωι καὶ ἀργυρίου | |
Ἀλεξανδρείου δραχμὰς μυρίας καὶ πεντακοσίας, | |
25 | ἀφ’ ὧν ἐκ τῆς προσόδου θυσίας τε καὶ συνόδους [πε]ποιή- |
μεθα, καθὼς αὐτὸς ἐν τῆι νομοθεσίαι περὶ ἑκάστων | |
δια<τέ>ταχεν, ἀνατίθησιν δὲ καὶ σώματα τοῖς Ἀτταλισταῖς | |
<τὰ> περιόντα· ἃ κατὰ μέρος ὑπὲρ ἁπάντων ἐν τῶι καθιερωμέ- | |
νωι ὑφ’ ἑαυτοῦ νόμωι δεδήλω<κ>εν· ἀ<πέ>λιπεν δὲ καὶ τὰ | |
30 | πρὸς <σ>υσ<κ>ή<νω>σιν ἐν τῶι τεμένει χρηστήρια ἱκανά, παρ- |
αλῦσαι βουλόμενος καὶ τῆς εἰς ταῦτα δαπάνης καὶ χορη- | |
γίας τοὺς Ἀτταλιστάς· ἵνα οὖν καὶ ἡ σύνοδος τῶν Ἀττα- | |
λιστῶν ἀξίας φαίνηται τοῖς εὐεργέταις ἀπονέμουσα | |
χάριτας, δεδόχθαι τοῖς Ἀτταλισταῖς κυρῶσαι μὲν τὸν | |
35 | ἱερὸν νόμον τὸν ἀπολελειμμένον ὑπὸ Κράτωνος, συν[τε]- |
[λεῖσθαι δ]ὲ ἐπωνύμους ἡμέρας Κράτωνός τε καὶ [—] | |
{²Continuation lost}² |