Honorary decree of Attalistai; IIm: *CIG 3069; **Wilhelm, JÖAI 4, 1901, Beibl. p. 22 (l. 9).  
[ ] CIG 3069
1 vacat ψήφισμα Ἀτταλιστῶν. vacat
γνώμη τοῦ κοινοῦ τῶν Ἀτταλιστῶν· ἐπειδὴ ὁ <ἱ>ε<ρευ>ς
τῆς συνόδου Κράτων Ζωτίχου ἔν τε τῶι ζῆν
πολλὰς καὶ μεγάλας ἀποδείξεις ἐποιεῖτο τῆς πρὸς
5 τοὺςἈτταλιστὰς εὐνοίας καὶ κατ’ ἰδίαν ὑπὲρ ἑκάσ-
του καὶ κατὰ κοινὸν τῶν ὑφ’ ἑαυτοῦ συνηγμένων καὶ κει-
μένων, τὴν πλείστην ποιούμενος πρόνοιαν, σπου-
δῆς καὶ φιλοτιμίας οὐθὲν ἐλλείπων, καὶ πολλὰ μὲ{ι}ν {²⁶μὲν}²⁶
[ἀγαθ]ὰ καὶ φιλάνθρωπα τῆι συνόδωι παρὰ τῶν βασιλέων
10 ἐποίησεν, ἀποδεχομένων αὐτῶν τήν τε ἐκείνου
ἅπαντα τρόπον πρὸς ἑαυτοὺς εὔνοιαν καὶ τὴν ἡμετ-
έραν αἵρεσιν καὶ συναγωγὴν ἀξίαν οὖσαν τῆς ἑαυτ-
ῶν ἐπωνυμίας, οὐκ ὀλ<ίγα> δὲ καὶ τῶν ἰδίων ἐπιδιδοὺς καὶ
χορηγῶν διετέλει, βουλόμενός τε τοῖς προϋπηργμένο-
15 ις ἀκόλουθα πράσσειν καὶ μεταλλάσσων τὸν βίον ἐν Πε-
ργάμωι, προενοήθη τῆς συνόδου, καὶ γράψας ἐπιστολὴν
πρὸς τοὺς Ἀτταλιστὰς καὶ νόμον ἱερὸν ἀπολιπών,
ὃν ἐξαπέστειλεν ἡμῖν βασιλεὺς Ἄτταλος, ἐπισημο-
τέραν ἐποίησεν τὴν ὑπάρχουσαν ἐς τὴν σύνοδον εὔνοια-
20 ν, δι’ ὃν τό τε Ἀττάλειον τὸ πρὸς τῶι θεάτρωι, ὃ καὶ
ζῶν καθιερώκει τοῖς Ἀτταλισταῖς, ἀνατίθησιν καὶ τὴν συν-
οικίαν τὴν πρὸς τῶι βασιλείωι τὴν πρότερον οὖσαν Μικ-
ρ<ί>ου, ἀνατίθησιν δὲ καὶ καθιεροῖ τῆι συνόδωι καὶ ἀργυρίου
Ἀλεξανδρείου δραχμὰς μυρίας καὶ πεντακοσίας,
25 ἀφ’ ὧν ἐκ τῆς προσόδου θυσίας τε καὶ συνόδους [πε]ποιή-
μεθα, καθὼς αὐτὸς ἐν τῆι νομοθεσίαι περὶ ἑκάστων
δια<τέ>ταχεν, ἀνατίθησιν δὲ καὶ σώματα τοῖς Ἀτταλισταῖς
<τὰ> περιόντα· ἃ κατὰ μέρος ὑπὲρ ἁπάντων ἐν τῶι καθιερωμέ-
νωι ὑφ’ ἑαυτοῦ νόμωι δεδήλω<κ>εν· ἀ<πέ>λιπεν δὲ καὶ τὰ
30 πρὸς <σ>υσ<κ>ή<νω>σιν ἐν τῶι τεμένει χρηστήρια ἱκανά, παρ-
αλῦσαι βουλόμενος καὶ τῆς εἰς ταῦτα δαπάνης καὶ χορη-
γίας τοὺς Ἀτταλιστάς· ἵνα οὖν καὶ ἡ σύνοδος τῶν Ἀττα-
λιστῶν ἀξίας φαίνηται τοῖς εὐεργέταις ἀπονέμουσα
χάριτας, δεδόχθαι τοῖς Ἀτταλισταῖς κυρῶσαι μὲν τὸν
35 ἱερὸν νόμον τὸν ἀπολελειμμένον ὑπὸ Κράτωνος, συν[τε]-
[λεῖσθαι δ]ὲ ἐπωνύμους ἡμέρας Κράτωνός τε καὶ [—]
{²Continuation lost}²
Search Help
Contact Us