Decree of Allaria confirming friendship with and asylia of
Teos; c. 200 BC; found near Hereke: *LW 73; **ICret II Allaria
no. 1 (ll. 4, 12).
[ ]
LW 73
| 1 | vacat Ἀλλαριωτᾶν vacat |
| ἐπειδὴ Τήϊοι φίλοι καὶ συγγενεῖς διὰ προ- | |
| γόνων ὑπάρχοντες ψάφισμα καὶ πρεσβευ- | |
| τὰς ἀπέστειλαν<⁶¹>⁶¹[⁵¹τες]⁵¹ παρ’ ἁμὲ Ἀπολλόδο- | |
| 5 | τον καὶ Κωλώτην, οἳ καὶ ἐπελθόντες ἐπὶ |
| τὰν ἐκκλησίαν τάν τε φιλίαν καὶ οἰκειότα- | |
| τα τὰν ὑπάρχωσαν ἁμῖν ποτ’ αὐτὸς ἀνενη- | |
| ώσαντο καὶ τἄλλα διελέγησαν καλῶς καὶ | |
| ἐνδόξως περὶ τῶ θεῶ καὶ τᾶς καθιερώσιος | |
| 10 | τᾶς τε πόλιος καὶ τᾶς χώρας ἀκολούθως τοῖς |
| ἐν τῶι ψαφίσματι κατακεχωρισμένοις, καὶ ἀξί- | |
| ων τάν τε φιλίαν καὶ τὰν εὔνοιαν διαφυλάσσοντ<α>ς | |
| ἀεί τινος ἀγαθῶ παραιτίως γίνεσθαι τῶι δάμωι | |
| καὶ τὰ παρακαλώμενα ἐπὶ πλέον συναύξεν· ὁμοί- | |
| 15 | ως δὲ παρεκάλει καὶ Περδίκκας ὁ παρὰ τοῦ βασι- |
| λέως Φιλίππου πρεσβευτὰς οὐθὲν ἐλλείπων | |
| σπουδᾶς καὶ φιλοτιμίας· vacat δεδόχθαι τοῖς κόσμοις | |
| καὶ τᾶι πόλει τῶν Ἀλλαριωτᾶν ἀποκρίνασθαι | |
| Τηΐοις φίλοις καὶ οἰκείοις ἐῶσιν, διότι τὸν Διόνυ- | |
| 20 | σον καὶ αὐτοὶ σεβόμεθα, καὶ τὸν Τηΐων δᾶμον συγ- |
| γενῆ ἐόντα ἀσπαζόμεθα καὶ ἐπαινῶμεν διότι | |
| καλῶς καὶ ἐνδόξως καὶ καταξίως τῶ θεῶ προέσ- | |
| τακεν· ἕνεκεν ὧν καὶ παρ’ ἁμῶν τὰ καλὰ καὶ τίμι- | |
| α δίδοται τῶι θεῶι καὶ Τηΐων τάν τε πόλιν καὶ τὰν | |
| 25 | χώραν ἀνίεμεν ἱερὰν καὶ ἄσυλον νῦν τε καὶ εἰς |
| τόν ἄλλον χρόνον πάντα καὶ πειρασόμεθα ἀεί | |
| τινος ἀγαθῶ παραίτιοι γίνεσθαι καὶ κοινᾶι καὶ ἰ- | |
| δίαι· ἐάν τέ τινες ἄγωσιν Τηΐως ἢ τὸς κατοικόν- | |
| τας παρ’ αὐτοῖς, οἱ κόσμοι καὶ ἄλλος ὁ βωλόμενος | |
| 30 | Ἀλλαριωτᾶν ἢ Τηΐων ἀφελόμενοι καὶ ἀποδί- |
| δοντες τοῖς ἀδικημένοις κύριοι ἔστων. |