Funerary inscription by Titus Ulp(ius) Isidoros for
freedmen, freedwomen, and their families; 2?; found at Bornova:
LW 1527; IGRR IV 1475; ILeyden 49 (PH); SEG 18, 520; *ISmyrna 228
+ II 2 p. 371.
[ ]
ISmyrn 228 + II2 p. 371
1 | Τίτος Οὔλ(πιος) Ἰσίδωρος ἐχαρίσατο τὸ |
μνῆμα τοῖς ἰδίοις ἀπελευθέροις καὶ | |
ταῖς ἀπελευθέραις καὶ τοῖς ἐξ αὐτῶν | |
οὖσι καὶ γενησομένοις πᾶσι καὶ πάσαις· | |
5 | οἷς δ’ οὔκ εἰσι παῖδες, ὧν ἂν ὦσι θρεπτοὶ |
ἢ θρεπταί. ἔσται δὲ ἄπρατον καὶ ἀνε- | |
ξοδίαστον· ὁ δὲ πωλήσας δώσει | |
τῷ φίσκῳ 𐆖 μύ(ρια) δισχείλια πετακόσια. |