Funerary inscription by [ ... ] Orig[a]nion (?) for self,
wife Thalea, and family, with penalty and curse for violating
grave; imperial; found at Smyrna: Perrot, RA 30, 1875, 51-54, no.
IV; Roehl, Sched. epig. 13-15; IGRR IV 1479; Robert, BCH 101,
1977, 43-54 (PH); SEG 27, 771; Pfuhl & Möbius 2237 (part)(PH);
*ISmyrna 210 (PH) + II 2 p. 371.
[ ]
ISmyrn 210 + II2 p. 371
1.1 | Θαλήαι καὶ τοῖς ἰδίοις πᾶσι· ὃ καὶ τοῦτο τὸ |
μνημῆον κληρονόμωι οὐκ ἀκολουθήσει· | |
μηδενὶ δὲ ἐξέστω τοῦτο τὸ μνημῆ- | |
ον ἢ μέρος τι αὐτοῦ μήτε πωλῆσαι μήτε | |
5 | μεταθεῖναι μήτε ἐξαλλοτριῶσαι μήτε δό- |
λωι πονηρῶι τι πο[ι]ῆσαι· ὁμοίως δὲ μηδενὶ ἐξ- | |
έστω ἀγοράσαι αὐτὸ ἢ δόλωι πονηρῶι τι ποιῆσαι. | |
τῷ δὲ ὑπεναντίον τούτοις τι ποιήσαντι ἢ πω- | |
λήσαντι ἢ μεταθέντι ἢ δόλωι πονηρῶι τι ποιήσαν- | |
10 | τι μήτε γῆ εἴη βατὴ μήτε καρποὺς ἐκ γῆς ἢ ἐκ θα- |
λάσσης ἱλαροὺς εἴη δέξασθαι, οἵ τε θεοὶ οἱ οὐρά- | |
νιοι καὶ οἱ κατὰ γῆς δαίμονες κεχολωμένοι αὐτῶ- | |
ι καὶ γένει αὐτοῦ εἴησαν· κ̣αὶ ὁ παρὰ ταῦτα ποιήσας ἢ πω- | |
λήσας ἢ μεταθεὶς ἢ ἀγοράσας ἀποτεισάτω τῆι Ζμυρ- | |
15 | ναίων γερουσίᾳ ἀργυρίου δηνάρια δισχείλια καὶ τῶ- |
ι ἐπεξελευσομ[ένωι —]γ̣μ̣α ἀργυρίου | |
δηνάρια χείλια, καὶ οὐδὲ[ν ἧσσον —]․․NT․NK[—]. | |
2.13 | #⁹⁷² |
Ὀριγ[α]- | |
15 | νίων. |