Funerary inscription by [ ... ] Orig[a]nion (?) for self, wife Thalea, and family, with penalty and curse for violating grave; imperial; found at Smyrna: Perrot, RA 30, 1875, 51-54, no. IV; Roehl, Sched. epig. 13-15; IGRR IV 1479; Robert, BCH 101, 1977, 43-54 (PH); SEG 27, 771; Pfuhl & Möbius 2237 (part)(PH); *ISmyrna 210 (PH) + II 2 p. 371.  
[ ] ISmyrn 210 + II2 p. 371
1.1 Θαλήαι καὶ τοῖς ἰδίοις πᾶσι· ὃ καὶ τοῦτο τὸ
μνημῆον κληρονόμωι οὐκ ἀκολουθήσει·
μηδενὶ δὲ ἐξέστω τοῦτο τὸ μνημῆ-
ον ἢ μέρος τι αὐτοῦ μήτε πωλῆσαι μήτε
5 μεταθεῖναι μήτε ἐξαλλοτριῶσαι μήτε δό-
λωι πονηρῶι τι πο[ι]ῆσαι· ὁμοίως δὲ μηδενὶ ἐξ-
έστω ἀγοράσαι αὐτὸ ἢ δόλωι πονηρῶι τι ποιῆσαι.
τῷ δὲ ὑπεναντίον τούτοις τι ποιήσαντι ἢ πω-
λήσαντι ἢ μεταθέντι ἢ δόλωι πονηρῶι τι ποιήσαν-
10 τι μήτε γῆ εἴη βατὴ μήτε καρποὺς ἐκ γῆς ἢ ἐκ θα-
λάσσης ἱλαροὺς εἴη δέξασθαι, οἵ τε θεοὶ οἱ οὐρά-
νιοι καὶ οἱ κατὰ γῆς δαίμονες κεχολωμένοι αὐτῶ-
ι καὶ γένει αὐτοῦ εἴησαν· κ̣αὶ ὁ παρὰ ταῦτα ποιήσας ἢ πω-
λήσας ἢ μεταθεὶς ἢ ἀγοράσας ἀποτεισάτω τῆι Ζμυρ-
15 ναίων γερουσίᾳ ἀργυρίου δηνάρια δισχείλια καὶ τῶ-
ι ἐπεξελευσομ[ένωι —]γ̣μ̣α ἀργυρίου
δηνάρια χείλια, καὶ οὐδὲ[ν ἧσσον —]․․NT․NK[—].
2.13 #⁹⁷²
Ὀριγ[α]-
15 νίων.
Search Help
Contact Us