Funerary inscription by Aur(elia) Felicissima for self and family, with penalty for unauthorized burial; imperial; found near Smyrna, on road to Magnesia Sip.: LW 25; GIBM 1026 (PH); IGRR IV 1465; *ISmyrna 202.  
[ ] ISmyrn 202
1 Αὐρ(ηλία) Φιλικίσ<σ>ιμα ἀγοράσασα τοῦτο
τὸ ἡρῷον καὶ τὸ θωρακεῖον καὶ ἐφ’ αὑ-
τῷ ἐποῦσαν σορὸν Προκονησίαν ἀνά-
γλυφον καὶ σόρια παρ’ ἑκάτερα καὶ μύλι-
5 νον σ̣ο̣ρ̣ό̣ν̣, προσκατ<ε>σ̣κ̣[ε]ύασα ἑαυτῇ
τὴν κα[μά]ραν καὶ τῷ ἀνδρ̣ὶ Ἐπικτή̣τωι
καὶ τέκνοις καὶ ἐγόνοις· μηδενὸς
ἔχοντος ἐξ̣ουσίαν κηδεῦσαιν ἐ-
ν αὐτοῖς μὴ προσήκοντα τῷ γένει.
10 εἰ δέ τις τολμήσι θάψαι μὴ δια-
φέροντα ἢ μὴ ὄντα ἐκ τοῦ γένους,
εἰσοίσει ἰς τὸ ἐράριον δήμου
Ῥωμαίων 𐆖 ͵βφʹ.  ταύτης τῆς ἐ-
πιγραφῆς ἐξ̣φράγισμα ἀπετέ-
15 θη ἰς τὸ ἀρχῖον πρ(ὸ) εʹ καλαν-
δῶν Εἰου<λ>ίων, μη(νὸς) Ἑκα-
τονβεῶνος δʹ.
Search Help
Contact Us