Funerary inscription by Aur(elia) Felicissima for self and
family, with penalty for unauthorized burial; imperial; found
near Smyrna, on road to Magnesia Sip.: LW 25; GIBM 1026 (PH);
IGRR IV 1465; *ISmyrna 202.
[ ]
ISmyrn 202
1 | Αὐρ(ηλία) Φιλικίσ<σ>ιμα ἀγοράσασα τοῦτο |
τὸ ἡρῷον καὶ τὸ θωρακεῖον καὶ ἐφ’ αὑ- | |
τῷ ἐποῦσαν σορὸν Προκονησίαν ἀνά- | |
γλυφον καὶ σόρια παρ’ ἑκάτερα καὶ μύλι- | |
5 | νον σ̣ο̣ρ̣ό̣ν̣, προσκατ<ε>σ̣κ̣[ε]ύασα ἑαυτῇ |
τὴν κα[μά]ραν καὶ τῷ ἀνδρ̣ὶ Ἐπικτή̣τωι | |
καὶ τέκνοις καὶ ἐγόνοις· μηδενὸς | |
ἔχοντος ἐξ̣ουσίαν κηδεῦσαιν ἐ- | |
ν αὐτοῖς μὴ προσήκοντα τῷ γένει. | |
10 | εἰ δέ τις τολμήσι θάψαι μὴ δια- |
φέροντα ἢ μὴ ὄντα ἐκ τοῦ γένους, | |
εἰσοίσει ἰς τὸ ἐράριον δήμου | |
Ῥωμαίων 𐆖 ͵βφʹ. ταύτης τῆς ἐ- | |
πιγραφῆς ἐξ̣φράγισμα ἀπετέ- | |
15 | θη ἰς τὸ ἀρχῖον πρ(ὸ) εʹ καλαν- |
δῶν Εἰου<λ>ίων, μη(νὸς) Ἑκα- | |
τονβεῶνος δʹ. |