Funerary inscription for Artemidoros and others, with
penalty for violating grave; CIG 3281; *ISmyrna 212.
[ ]
ISmyrn 212
1 | συνκεχωρηκότος αὐτῷ Ἀρτεμιδώρου αὐτοῦ |
τε καὶ τέκνων αὐτοῦ καὶ ἐκγόνων τὴν χρῆ- | |
σιν τοῦ παρακεχωρημένου ὑποκάτω τοῦ σωλα- | |
ρίου θωρακείου καὶ τοῦ μνημείου καὶ τῶν ἐν | |
5 | αὐτῷ σορῶν τε καὶ ἐνσορίων ἀκώλυτον· μηδε- |
νὸς ἔχοντος ἐξουσίαν ἀπαλλοτριῶσαί τι μήτε | |
τῶν τοῦ πρώτου θωρακείου μήτε τοῦ ἐπῳκοδο- | |
μημένου σωλαρίου ἢ τῶν ἐν αὐτῷ σορῶν τε καὶ | |
ἐνσορίων κατὰ μηδένα τρόπον. ἐὰν δέ τις τολμήσει ἀπαλ- | |
10 | λοτριῶσαί τι ἐξ αὐτῶν ᾡδήποτε τρόπῳ, ἀποτείσει τῷ |
σεμνοτάτῳ συνεδρίῳ τῶν ἐν Σμύρνῃ γερόντων ἀρ- <⁶⁸καὶ ὁ ἐπιχρήσας ἑαυτὸν εἰς ἀ>⁶⁸- | |
γυρίου δηνάρια δισχίλια πεντακόσια. ταύτης <⁶⁸παλλοτρίωσιν>⁶⁸ | |
τῆς ἐπιγραφῆς ἐκσφράγισμα ἀπόκειται εἰς τὸ ἀρχεῖον. |