Funerary inscription for Artemidoros and others, with
penalty for violating grave; CIG 3281; *ISmyrna 212.
[ ]
ISmyrn 212
| 1 | συνκεχωρηκότος αὐτῷ Ἀρτεμιδώρου αὐτοῦ |
| τε καὶ τέκνων αὐτοῦ καὶ ἐκγόνων τὴν χρῆ- | |
| σιν τοῦ παρακεχωρημένου ὑποκάτω τοῦ σωλα- | |
| ρίου θωρακείου καὶ τοῦ μνημείου καὶ τῶν ἐν | |
| 5 | αὐτῷ σορῶν τε καὶ ἐνσορίων ἀκώλυτον· μηδε- |
| νὸς ἔχοντος ἐξουσίαν ἀπαλλοτριῶσαί τι μήτε | |
| τῶν τοῦ πρώτου θωρακείου μήτε τοῦ ἐπῳκοδο- | |
| μημένου σωλαρίου ἢ τῶν ἐν αὐτῷ σορῶν τε καὶ | |
| ἐνσορίων κατὰ μηδένα τρόπον. ἐὰν δέ τις τολμήσει ἀπαλ- | |
| 10 | λοτριῶσαί τι ἐξ αὐτῶν ᾡδήποτε τρόπῳ, ἀποτείσει τῷ |
| σεμνοτάτῳ συνεδρίῳ τῶν ἐν Σμύρνῃ γερόντων ἀρ- <⁶⁸καὶ ὁ ἐπιχρήσας ἑαυτὸν εἰς ἀ>⁶⁸- | |
| γυρίου δηνάρια δισχίλια πεντακόσια. ταύτης <⁶⁸παλλοτρίωσιν>⁶⁸ | |
| τῆς ἐπιγραφῆς ἐκσφράγισμα ἀπόκειται εἰς τὸ ἀρχεῖον. |