Funerary inscription by Apollonios Symmac[chou] for self
and family, with penalty for selling grave, to be paid to city of
Smyrna; c. 1; found at Smyrna: CIG 3276; *ISmyrna 236.b (PH).
[ ]
ISmyrn 236b
| 1 | Ἀπολλώνιος Συμμά[χου τὸ μνῆμα] |
| ἑαυτῷ καὶ τοῖς ἰδίοις π̣[ᾶσι· τῇ] | |
| γυναικὶ Φ̣ίλᾳ Μητροδότο[υ καὶ Μη]- | |
| τροδότῳ Διονυσίου τῷ [θέσει? Ἀ]- | |
| 5 | πολλ[ων]ίου κ[α]ὶ Ἀπολλωνί[ῳ Ἀπολ]- |
| λωνίου τοῦ Σ[υμμά]χου τ[ῷ κα]- | |
| λουμένῳ Διαδουμενῷ κ[αὶ τοῖς] | |
| ἐγγόν̣ο̣ις τούτων ἐκ τῶν [ἰδί]- | |
| ων κατεσκεύασεν· ὃ καὶ μνῆ[μα] | |
| 10 | μηδενὶ ἐξέτω ἐξαλλοτριῶσ[αι] |
| μηδὲ τούτοις ἢ ἐγγόνοις αὐτῶ[ν.] | |
| εἰ δὲ μή, ἀποτεισάτω ὁ παρὰ ταῦ- | |
| τα ποιήσας τῇ Ζμυρναίων πόλει | |
| δηνάρια δισχείλια πεντακόσια | |
| 15 | καὶ τὸ πραθὲν ἔστω ἄκυρον. ταύ- |
| της τῆς ἐπιγραφῆς ἐξσφρά- | |
| γισμα ἀπόκειται ἐν τῷ ἱερῷ | |
| Καισαρήῳ γενηθὲν διπλώ- | |
| ματι. |