Funerary inscription by Alexandros Sepeutes for self and
family, with penalty for unauthorized burial; AD 124/c. 260;
found at Smyrna: CIG 3266; *ISmyrna 199.
[ ]
ISmyrn 199
1 | Ἀλέξανδρος Ἀνταίου τοῦ Βακ- |
χίου Σεπευτης, φυλῆς Ἀρτημεισι- | |
άδος, κατεσκεύασε τὸ μνημεῖον ἑ- | |
αυτῷ καὶ Λεσβίᾳ τῇ γυναικὶ καὶ τοῖς | |
5 | τέκνοις καὶ θρέμμασι· μηδενὸς |
ἔχοντος ἐξουσίαν ἑτέρου τεθῆ- | |
ναι εἰς αὐτό. ἐὰν δέ τις εἰσβιασά- | |
μενος βάλῃ, ἀποδότω τοῖς ἐν | |
Σμύρνῃ ναοῖς τῶν Σεβαστῶν | |
10 | 𐆖 ͵βφʹ καὶ οὐδὲν ἧσσον ἔστω ὑ- |
πεύθυνος τυμβωριχίᾳ. αὕτη | |
ἡ ἐπιγραφὴ φέρεται διὰ τῶν ἀρ- | |
χείων. |