Funerary inscription in hexameters for boy (no name); 1/2;
found at Smyrna: CIG 3398; Kaibel 312; Cougny, Anth. Pal. Append.
II no. 635; Peek, GV I 1765; Peek, Griech. Grabged. 39; *ISmyrna
539 + II 2 p. 374.
[ ]
ISmyrn 539 + II2 p. 374
1 | νὺξ μὲν ἐμὸν κατέχει ζωῆς φάος ὑπνοδοτείρη, |
ἀλγ̣εινῶ̣ν λύσασα νόσων δέμας ἡδέϊ ὕπνωι, | |
λήθης δῶρα φέρουσ’ ἐπ’ ἐμοὶ προστ<άγ>μασι Μοίρης· | |
ψυχὴ δ’ ἐ<κ> κραδίης δρ̣άμ’ ἐς αἴθερον εἴκελος αὔρηι | |
5 | κοῦφον ἐπαιωροῦσα δρόμω̣<ι> πτερὸν ἠέρι πολλῶι, |
καί με θεῶν μακάρων κατέχει δόμος ἆσσον ἰόντα, | |
οὐρανίοις τε δόμοισι βλέπω φάος Ἠριγ̣ενείης. | |
τειμὴ δ’ ἐκ Διός ἐστι σὺν ἀθανάτοισι θεοῖσι | |
Ἑρμείαο λόγοις· ὅς μ’ οὐρανὸν ἤγαγε χειρῶν | |
10 | αὐτίκα τειμήσας καί μοι κλέος ἐσθλὸν ἔδωκεν |
οἰκεῖν ἐν μακάρεσσι κατ̣’ οὐρανὸν ἀστερόεντα, | |
χρυσείοισι θρόνοισι παρήμενον ἐς φιλότητα, | |
καί με παρὰ τριπόδεσσι καὶ ἀμβροσίῃσι τραπέζαι[ς] | |
ἡδόμενον κατὰ δαῖτα θεοὶ φίλον εἰσορόωσιν, | |
15 | κρατὸς ἀπ’ ἀθανάτοιο πα{τ}ρη<ΐ>σι {²⁶παρηΐσι}²⁶ μειδιόωντες |
[νέκταρ ὅτ’ ἐν] προχοαῖσιν ἐπισπένδω μακάρεσσι. |