Funerary inscription in hexameters for boy (no name); 1/2;
found at Smyrna: CIG 3398; Kaibel 312; Cougny, Anth. Pal. Append.
II no. 635; Peek, GV I 1765; Peek, Griech. Grabged. 39; *ISmyrna
539 + II 2 p. 374.
[ ]
ISmyrn 539 + II2 p. 374
| 1 | νὺξ μὲν ἐμὸν κατέχει ζωῆς φάος ὑπνοδοτείρη, |
| ἀλγ̣εινῶ̣ν λύσασα νόσων δέμας ἡδέϊ ὕπνωι, | |
| λήθης δῶρα φέρουσ’ ἐπ’ ἐμοὶ προστ<άγ>μασι Μοίρης· | |
| ψυχὴ δ’ ἐ<κ> κραδίης δρ̣άμ’ ἐς αἴθερον εἴκελος αὔρηι | |
| 5 | κοῦφον ἐπαιωροῦσα δρόμω̣<ι> πτερὸν ἠέρι πολλῶι, |
| καί με θεῶν μακάρων κατέχει δόμος ἆσσον ἰόντα, | |
| οὐρανίοις τε δόμοισι βλέπω φάος Ἠριγ̣ενείης. | |
| τειμὴ δ’ ἐκ Διός ἐστι σὺν ἀθανάτοισι θεοῖσι | |
| Ἑρμείαο λόγοις· ὅς μ’ οὐρανὸν ἤγαγε χειρῶν | |
| 10 | αὐτίκα τειμήσας καί μοι κλέος ἐσθλὸν ἔδωκεν |
| οἰκεῖν ἐν μακάρεσσι κατ̣’ οὐρανὸν ἀστερόεντα, | |
| χρυσείοισι θρόνοισι παρήμενον ἐς φιλότητα, | |
| καί με παρὰ τριπόδεσσι καὶ ἀμβροσίῃσι τραπέζαι[ς] | |
| ἡδόμενον κατὰ δαῖτα θεοὶ φίλον εἰσορόωσιν, | |
| 15 | κρατὸς ἀπ’ ἀθανάτοιο πα{τ}ρη<ΐ>σι {²⁶παρηΐσι}²⁶ μειδιόωντες |
| [νέκταρ ὅτ’ ἐν] προχοαῖσιν ἐπισπένδω μακάρεσσι. |