Funerary inscription in elegiacs for Herakleides, son of
Zmertomara; 1; found at Smyrna: CIG 3326; Kaibel 239; Peek, GV I
771; Pfuhl & Möbius 329; *ISmyrna 552 + II 2 p. 374.
[ ]
ISmyrn 552 + II2 p. 374
1 | ἅδ’ Ἡρακλείδην κατέχει κόνις, ὃμ β<α>ρὺς Ἅιδας |
εἴρυσεν ἀϊθέων ἥλικος ἐξ ἀγέλας· | |
ἄρτι γὰρ εὐμόχθου ἐπὶ γυμνάδ<ο>ς ἁγνὸν ἐφήβου | |
σχῆμα λαχὼν ἑρατὰν ὤλεσεν ἁλικίαν· | |
5 | ἄρτι δ’ ἀριθμὸν ἐτῶν ἓξ καὶ δέκα τερπνὸς ἀμείβων |
Ζμερτομάραι στυγερὸν ματρὶ λέλοιπε γόον. |