1 | ἡ γενεῆι δόξῃ τε καὶ ἐν Μούσῃσι Τύριννα |
ἔξοχος, ἡ πάσης ἄκρα φέρουσ’ ἀρετῆς, | |
ἐννεάδας τρισσὰς ἐτέων ζήσασα, τοκεῦσιν | |
δυστήνοις ἔλιπον δάκρυα καὶ στοναχάς. | |
5 | πᾶς γὰρ ἐμοῦ φθιμένης χῆρος δόμος· οὔτε γὰρ αὐτή |
λείπομαι, οὔτ’ ἔλιπον βλαστὸν ἀποιχομένη. | |
ἀντὶ δὲ πατρῴο[ιο?] καὶ ὑψορόφοιο μελάθρου | |
λειτὴ τοὐμὸν ἔχει σῶμα λαχοῦσα πέτρη. | |
εἰ δ’ ἦν εὐσεβέων ὅσιος λόγος, οὔποτ’ ἂν οἶκος | |
10 | οὑμὸς ἐμοῦ φθιμένης ταῖσδ’ ἐνέκυρσε τύχαις. |
Samos
485