| 1 | ἡ βουλὴ καὶ ὁ δῆμος |
| ἐτείμησαν τὸν | |
| τοῦ ἀρχιερέως καὶ φιλοπάτρι(δος) | |
| καὶ υἱο<ῦ> τῆς βουλῆς καὶ | |
| 5 | τοῦ δήμου Τίτου Φλαβίου |
| Ἡγεμονέως υἱὸν καὶ Οὐλπίας | |
| Δημοκρατίας Φλάβιον Ἡγεμονέα<ς> | |
| ἥρωα, γενεᾶς τῆς ἀπ’ Ἀλκιβιάδου | |
| καὶ τῆς καθόδου, διά τε τὰς τῶν | |
| 10 | προγόνων αὐτοῦ εἰς τὸν δῆ- |
| μον εὐεργεσίας καὶ τὴν | |
| τοῦ πατρὸς καὶ τοῦ παντὸς | |
| οἴκου πρὸς τὴν πόλιν εὔ- | |
| νοιαν καὶ φιλοτειμίαν, | |
| 15 | ποιησαμένου τὴν ἀνάθεσιν |
| τοῦ ἀνδριάντος ἐκ τῶν | |
| ἰδίων Ἰουλίου Φιλογραμ- | |
| μάτου. |
Samos
374