[ ] BCH 1935, 477-86
See also:
1 ἐπὶ Τίμωνος· Τ[αυρεῶνο]ς ἐμβολίμου νουμηνίᾳ· ἐκκλη[σ]ίας
συναχθείσης· ἔδ̣[οξεν τ]οῖς χιλιαστῆρσι Ἐπιδαυρίων̣ [τῆς ἐλασ]-
σω τοῖς ἀναβαίνουσιν εἰς Ἑλικώνιον· ἐπειδὴ Ξενο̣μ̣έ̣[νης Φι]-
λομβρότου, βεβιωκὼς καλῶς καὶ τὰ πρὸς τοὺς θεοὺς [εὐσεβῶς]
5 διακείμενος καὶ πρὸς τοὺς ἑαυτοῦ χιλιαστῆρας τοὺς [ἀναβαί]-
νοντας εἰς Ἑλικώνιον φιλοδόξως ἔχων, ἐπίδ[ο]σ[ιν πεποίη]-
ται ὅπως καθ’ ἕκαστον ἐνιαυτὸν ἐπὶ τοῦ κατεσ[κευασμένου]
ὑπ’ αὐτοῦ ἡρώιου θυσία γίνηται αὐτῶι τε̣ κ̣α̣ὶ̣[—]
αὐτοῦ μυσταὶ καὶ σύνοδος, καὶ περὶ τούτων̣ [—]
10 κεν μετὰ τῶν ἀποδειχθέντων ὑφ’ ἡμῶν μελ[ε]δ[ωνῶν ἐπί τε]
τοῦ νεωποείου καὶ ἐπὶ τοῦ εἰσαγωγίου· ὅπως οὖν [καὶ ἡμεῖς]
φαινώμεθα τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ π̣ρ̣[οαιρουμέ]-
νους εὐεργετεῖν τιμῶντες· δεδόχθαι το[ῖς χιλιαστῆρσι —]
Search Help
Contact Us