| 0 | [— καὶ] |
| [ἐ]πι[κ]ληρῶσαι αὐ̣[τ]ὸν ἐ̣[πὶ φ]υλὴν καὶ̣ χιλι̣- | |
| αστὺν καὶ ἑκατοστὺν καὶ γένος κα- | |
| θότι καὶ τοὺς̣ ἄλλους πολίτας, τῆς δὲ | |
| ἀναγραφῆς ἐπιμεληθῆναι τοὺς πέντ- | |
| 5 | ε τοὺς ηἱρημένους· εἶναι δὲ αὐτῶι καὶ |
| εἴσπλουν καὶ ἔκπλουν καὶ ἐν πολέμωι | |
| καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ | |
| ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον | |
| ἐάν του δέηται πρ̣ώτωι μετὰ τὰ ἱερὰ καὶ | |
| 10 | τὰ βασιλικά· τὸ δὲ ψ̣ήφισμα τόδε ἀναγράψα[ι] |
| εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱε- | |
| ρὸν τῆς Ἥρης, τὸν δὲ ταμίαν εἰς τὸ ἀνά- | |
| λωμα ὑπηρετῆσαι |
Samos
93