1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι, Βάττος |
Παρμενίσκου, Εὔβουλος Θήρωνος εἶπαν· | |
ἐπειδὴ Τιμοφάνης Ἀρχεπόλιος Φασηλί- | |
της ἔν τε τοῖς πρότερον χρόνοις εὔνους | |
5 | καὶ πρόθυμος ὢν διετέλει καὶ κοινῆι τὸν |
δῆμον εὐεργετῶν καὶ ἰδίαι τοῖς | |
ἐντυγχάνουσι τῶμ πολιτῶν καὶ κατα- | |
βεβηκότων ἡμῶν εἰς τὴμ πόλιν χρήσιμον | |
αὑτὸμ παρέχεται καὶ κοινῆι τῶι δήμωι καὶ | |
10 | ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν |
διαφυλάσσωμ μὲν τὴν εὔνοιαν ἐν- | |
δεικνύμενος δὲ τὴν αὑτοῦ πρὸς τὸν | |
δῆμον προθυμίαν, δεδόχθαι τῆι βουλῆι | |
καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν Τιμοφάνην | |
15 | Ἀρχεπόλιος ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν |
ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Σαμίων | |
καὶ εἶναι αὐτὸμ πρόξενον καὶ εὐεργέτην | |
τοῦ δήμου, δεδόσθαι δ’ αὐτῶι καὶ πολιτείαν | |
ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσαι αὐτὸν ἐπὶ | |
20 | φυλὴγ καὶ χιλιαστὺγ καὶ ἑκατοστὺγ καὶ |
γένος καὶ ἀναγράψαι καθότι καὶ τοὺς | |
ἄλλους Σαμίους, ὑπάρχειν δ’ αὐτῶι καὶ | |
ἔφοδον ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμ[ον] | |
ἄν του δέηται πρώτωι μετὰ τὰ ἱερ[ὰ καὶ τὰ] | |
25 | βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπ[λουν ἀσυλεὶ] |
καὶ ἀσπονδεὶ καὶ ἐμ πολ̣έμ̣[ωι καὶ εἰρήνηι,] | |
ταῦτα δ’ εἶναι καὶ αὐτ[ῶι καὶ ἐγγόνοις. τὸ δὲ] | |
ψήφισμα τόδε ἀν[αγράψαι εἰς στήλην] | |
λιθίνηγ καὶ στ[ῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας.] | |
30 | τῆς δὲ ἐπ[ικληρώσεως καὶ τῆς ἀναγραφῆς] |
ἐπιμε[ληθῆναι τὸν γραμματέα τῆς βουλῆς.] |
Samos
66